Ancient Greek · ~1 min
Fragment 68
Bacchius Geron, Isagoge 68
Not analysed yet
Τόνον ἐν μουσικῇ ποσαχῶς λέγομεν ὑπάρχειν; —Δισσῶς· τὸν μὲν ἐπʼ ὀξύτητος, τὸν δὲ ἐπὶ διαστήματος. Ποῖον ἐπʼ ὀξύτητος; —Τ ἄδειν ἕτερον ἑτέρου ὀξύτερον ἢ βαρύτερον, ἢ ὄργανον ὀργάνου ἡρμόσθαι βαρύτερον ἢ ὀξύτερον ῴδηποτοῦν διαστήματι. Τὸν δὲ ἐπὶ διαστήματος ποῖον; Ὦι μείζων ἡ διὰ ε συμφωνία τῆς διὰ τεσσάρων.