Ancient Greek · ~2 min
Fragment 69
Bacchius Geron, Isagoge 69
Not analysed yet
Φθόγγων δὲ πόσα λέγομεν εἶναι γένη; Δύο. τούτων δὲ οὕς μὲν ἐμμελεῖς καλοῦμεν, οὕς δὲ πεζούς. Ἐμμελεῖς ποῖοί εἰσιν; —Οἷς οἱ ἂδοντες χρῶνται καὶ οἱ διὰ τῶν ὀργάνων τι ἐνεργοῦντες. τούτου γὰρ μὴ (p. 17) ὑπάρχοντος ἀδύνατόν τι τῶν κατὰ μουσικὴν δεξδι. Πεζοὶ δὲ ποῖοί εἰσιν; Οἷς οἱ ῥτορές χρῶνται καὶ οἷς αὐτοὶ πρὸς ἀλλήλους λαλοῦμεν. καὶ οἱ μὲν ἐμμελεῖς ὡρισμένα ἔχουσι τὰ διαστήματα, οἱ δὲ πεζοὶ ἀόριστα.