Ancient Greek · ~1 min
Fragment 76
Bacchius Geron, Isagoge 76
Not analysed yet
Τοῦ δὲ διὰ πέντε τέσσαρά ἐστιν εἴδη. πρῶτον μὲν οὗ πρῶτος ὁ τόνος ἐστὶν ἐπὶ τὸ δξὺ, οἷον τὸ ὑπάτης καὶ παραμέσης· δεύτερον δὲ οὗ δεύτερος, τὸ παρυπάτης καὶ τρίτης· τρίτον οὗ τρίτος, τὸ λιχανοῦ καὶ παρανήτης· τέταρτον οὗ τέταρτος, οἷον τὸ μέσης καὶ νήτης.