Ancient Greek · ~3 min
Fragment 77
Bacchius Geron, Isagoge 77
Not analysed yet
Τοῦ δὲ διὰ πασῶν εἴδη ἐστὶν ἑπτά. πρῶτον μὲν οὗ πρῶτος ἐπὶ τὸ ὀξὺ ὁ τόνος, οἶον τὸ ὑπάτης ὑπάτων καὶ παραμέσης, ἐκαλεῖτο δὲ ὑπὸ τῶν ἀρχαίων μιξολύδιον. δεύτερον δὲ (p. 19) οὗ δεύτερος ἐπὶ τὸ δξὺ, οἶον τὸ παρυπάτης ὑπάτων καὶ τρίτης διεζευγμένων, ἐκαλεῖτο δὲ λύδιον. τρίτον οὗ τρίτος, οἷον τὸ λιχανοῦ ὑπάτων καὶ παρανήτης, ἐκαλεῖτο δὲ φρύγιον. τέταρτον οὗ τέταρτος, οἷον τὸ ὑπάτης μέσων καὶ νήτης, ἐκαλεῖτο δὲ δώριον. πέμπτον οὗ πέμπτος, οἷον τὸ παρυπάτης καὶ τρίτης ὑπερβολαίων, ἐκαλεῖτο δὲ ὑπολύδιον. ἕκτον οὗ ἕκτος, οἷον τὸ λιχανοῦ καὶ παρανήτης ὑπερβολαίων, ἐκαλεῖτο δὲ ὑποφρύγιον. ἕβδομον δὲ οὗ ἕβδομος, οἷον τὸ μέσης καὶ νήτης ὑπερβολαίων, ἐκαλεῖτο δὲ ὑποδώριον καὶ κοινὸν καὶ λοκριστί. τοσαῦτα μὲν οὖν ἐστι τῶν συμφωνιῶν τὰ εἴδη ἐν τῇ μουσικῇ τέχνῃ, διʼ ὧν πᾶσα μελοποιία συνίσταται.