Ancient Greek · ~2 min
Fragment 80
Bacchius Geron, Isagoge 80
Not analysed yet
Θέσεις δὲ τετραχόρδων οἷς τὸ μέλος ὁρίζεται εἰσὶν ἑπτὰ· συναφὴ διάζευξις ὑποδιάζευξις ἐπισυναφὴ ὑποσυναφὴ παραδιάζευξις ὑπερδιάζευξις. Τούτων δὲ ὡρισμένοι μὲν τέσσαρες, ἀόριστοι δὲ τρεῖς. ἀόριστοι μὲν (p. 20) οὔν εἰσιν ἢ τε συναφὴ καὶ ἡ διάζευξις καὶ ἡ . ὑποδιάζευξις, ὡρισμέναι δὲ ἢ τε ἐπισυναφὴ καὶ ἡ ὑποσυναφὴ καὶ ἡ παραδιάζευξις καὶ ἡ ὑπερδιάζευξις. τὴν δὲ διαφορὰν ἔχουσιν αἱ ἀόριστοι θέσεις τῶν τε— τραχόρδων παρὰ τὰς ὡρισμένας τήνδε· ὅταν ἐν τῷ 0ἀμεταβόλῳ συστήματι τὸ αὐτὸ μέλος δύνηται ἐφʼ ἑτέρου τόπου γίνεσθαι, τὸ δὴ τοιοῦτον μέλος ἀόριστον καλεῖται.