Ancient Greek
Fragment 81
Bacchius Geron, Isagoge 81
Not analysed yet
Συναφὴ τί ἐστι; Συναφὴ μὲν οὗν ἐστιν, ὅταν δυοῖν τετραχόρδων ἑξῆς κειμένων ἐπίκοινος φθόγγος ὥν τοῦ μὲν βαρυτέρου τετραχόρδου ὀξύτερος ῇ ,τοῦ δὲ ὀξυτέρου βαρύτερος καὶ τὰ εἴδη τῶν φθόγγων πρὸς ἀλλήλα τὴν διὰ τεσσάρων συμφωνίαν ἀποτελῇ. συναφαὶ δέ εἰσι τρεῖς. συνῆπται γὰρ τῷ ὑπάτων τὸ μέσων καὶ τῷ μέσων τὸ συνημμένων καὶ τῷ διεζευγμένων τὸ ὑπερβολαίων. τὸ μὲν οὗν ὑπάτων καὶ μέσων συνάπτει ἡ ὑπάτη μέσων κοινὸς ὤν αὐτῶν φθόγγος· τὸ δὲ μέσων καὶ συνημμένων κατὰ τὴν αὐτὴν ἀναλογίαν ἡ μέση συνάπτει, ὡς ὁμοίως δὲ καὶ τὸ διεζευγμένων καὶ τὸ ὑπερβολαίων συνάπτει ἡ νήτη διεζευγμένων.