Ancient Greek · ~2 min
Ode 12 Τεισίᾳ Ἀιγινήτῃι Παλαιστῇ Νέμεα
Bacchylides, Ἐπίνικοι Ode 12 Τεισίᾳ Ἀιγινήτῃι Παλαιστῇ Νέμεα
Not analysed yet
ὡσεὶ κυβερνήτας σοφός, ὑμνοάνασ-
σʼ εὔθυνε Κλειοῖ
νῦν φρένας ἁμετέρας,
εἰ δή ποτε καὶ πάρος· ἐς γὰρ ὀλβίαν
ξείνοισί με πότνια Νίκα
νᾶσον Αἰγίνας ἀπάρχει
ἐλθόντα κοσμῆσαι θεόδματον πόλιν·
τάν τʼ ἐν Νεμέᾳ γυιαλκέα μουνοπάλαν
ξεινου̣ [. . . .] νιοι αστ[ׯ˘¯
ἀμφικ[τιόν]ω̣ν ἐν ἀέθλοι̣[ς
σὺν τρι[άκο]ντʼ ἀ̣γλααῖσιν
νίκαις [ἐκ]ωμάσθησαν οἱ μει̣[¯˘¯,
οἱ δʼ ἐν Πέλοπος ζ̣α̣θέας
νάσου π[ι]τυώδεϊ δείρᾳ,
οἱ δὲ φοινικοστερόπα τεμένει
Ζηνὸς Νεμ εαί ου·
. . . (.)] ταύτας̣ καὶ ἐπʼ ἀργυροδίνα