Ancient Greek · ~7 min
Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα, lines Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα.8-Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα.113
Bacchylides, Ἐπίνικοι Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα.8-113
Not analysed yet
¯˘˘¯˘˘¯¯
¯˘˘¯˘˘λειω
¯˘˘¯˘˘¯¯´̣ ε̣ρ̣[
¯˘˘¯˘˘¯
¯¯˘¯¯¯˘¯δαν·
ὕβριος ὑψινόου
παύσει, δίκας θνατοῖσι κραίνων·
οἵαν τινὰ δύσλοφον ὠ-
μηστᾷ λέοντι
Περσείδας ἐφίησι ν
χεῖρα παντοίαισι τέχναις·
οὐ γὰρ] δαμασίμβροτος αἴθων
χαλ]κὸς ἀπλάτου θέλει
χωρε]ῖν διὰ σώματος, ἐ-
γνάμ]φθη δʼ ὀπίσσω
φάσγα]νον· ἦ ποτέ φαμι
τᾷδε] περὶ στεφάνοισι
παγκ]ρατίου πόνον Ἑλ-
λάνεσσι]ν ἱδρώεντʼ ἔσεσθαι.
ὃς νῦν παρ]ὰ βωμὸν ἀριστάρχου Διὸς
Νίκας ἐ]ρ[ικ]υδέος ἀν-
δεθε]ῖσιν ἄνθ εα ,
χρυσέ]αν δόξαν πολύφαντον ἐν αἰ-
ῶνι] τρέφει παύροις βροτῶν
αἰ]εί, καὶ ὅταν θανάτοιο
κυάν εο ν νέφος καλύψῃ, λείπεται
ἀθάνατον κλέος εὖ ἐρ-
χθέντος ἀσφαλεῖ σὺν αἴσᾳ.
τῶν καὶ σὺ τυχὼν Νεμέᾳ,
Λάμπωνος υἱέ,
πανθαλ έω ν στεφάνοισιν
ἀνθέων] χαίταν ἐρεφθείς,
. . . . . .] πόλιν ὑψιάγυιαν
. . . . . . . τε]ρψιμβρότων
. [. . . . . . . . .] ἁβ̣[ροπν]όων
κώμων πατρῴαν
νᾶσον, ὑπέρβιον ἰσχὺν
παμμαχιᾶν ἀναφαίνων.
ὦ ποταμοῦ θύγατερ
δινᾶντος Αἴγινʼ ἠπιόφρον,
ἦ τοι μεγάλαν [Κρονίδας
ἔδωκε τιμὰν
ἐν πάντεσσιν [ἀγῶσιν,,
πυρσὸν ὣς Ἕλλ[ασι ¯×
φαίνων· τό γε σὸ[ν κλέος αἰ]νεῖ
καί τις ὑψαυχὴς κό[ρα,
¯¯˘˘¯˘˘ραν
πόδεσσι ταρφ έω [ς,
ἠΰτε νεβρὸς ἀπενθής,
ἀνθεμόεντας ἐπʼ [ὄχθους
κοῦφα σὺν ἀγχιδό[μοις
θρῴσκουσʼ ἀγακλειτα[ῖς ἑταίραις·
ταὶ δὲ στεφανωσάμε[ναι πλόκοις ν]έων
ἀνθ έω ν δόνακός τʼ ἐ[πιχω-
ρίαν ἄθυρσιν
παρθένοι μέλπουσι τ[εὸν κράτος], ὦ
δέσποινα παγξε[ίνου χθονός,
Ἐνδαΐδα τε ῥοδό[παχυν,
ἃ τ[ὸν ἱππευτὰ]ν ἔτ[ικτε Πηλέα
καὶ Τελαμῶνα [κρα]τ̣[α]ι̣όν,
Αἰακῷ μειχθεῖσʼ ἐν ε[ὐναῖς·
τῶν θʼ υἷας ἀερσιμάχους,
ταχύν τʼ Ἀχιλλ έα
εὐειδ έο ς τʼ Ἐριβοίας
παῖδʼ ὑπέρθυμον βοα[θ όο ν
Αἴαντα σακεσφόρον ἥ[ρω,
ὅς τʼ ἐπὶ πρύμνᾳ σταθεὶς
ἔσχεν θρασυκάρδιον [ὁρ-
μαίνοντα ν[ᾶας
θεσπεσίῳ πυ[ρὶ καῦσαι
Ἕκτορα χαλ[κεομίτρα]ν,
ὁππότε Π[ηλεΐδας
τραχεῖαν [Ἀργείοισι μ]ᾶνιν
ὠρίνατ[ο, Δαρδανίδας
τʼ ἔλυσεν ἄ[τας·