Ancient Greek
Ode 16 [Ἡρακλῆς]
Bacchylides, Διθύραμβοι Ode 16 [Ἡρακλῆς]
Not analysed yet
Πυθ]ίου [ἔπʼ εἶμʼ], ἐπεὶ
ὁλκ]άδʼ ἔπεμψεν ἐμοὶ χρυσέαν
Πιερ]ίαθε[ν ἐΰθ]ρονος Οὐρανία,
πολυφ]άτων γέμουσαν ὕμνων
. . . . .] ν̣ εἴτʼ ἄρʼ ἐπʼ ἀνθεμόεντι Ἕβρῳ
. . . . . ἀ]γάλλεται ἢ δολιχαύχενι κύκνῳ,
ὀπὶ ἁ]δεΐᾳ φρένα τερπόμενος,
. . . . . .] δʼ ἵκῃ παιηόνων
ἄνθεα πεδοιχνεῖν,
Πύθιʼ Ἄπολλον,
τόσα χοροὶ Δελφῶν
σὸν κελάδησαν παρʼ ἀγακλέα ναόν.
πρίν γε κλέομεν λιπεῖν
Οἰχαλίαν πυρὶ δαπτομέναν
Ἀμφιτρυωνιάδαν θρασυμηδέα φῶ-
θʼ, ἵκετο δʼ ἀμφικύμονʼ ἀκτάν·
ἔνθʼ ἀπὸ λαΐδος εὐρυνεφεῖ Κηναίῳ
Ζηνὶ θύεν βαρυαχέας ἐννέα ταύρους
δύο τʼ ὀρσιάλῳ δαμασίχθονι μέλ-
λε κόρᾳ τʼ ὀβριμοδερκεῖ ἄζυγα
παρθένῳ Ἀθάνᾳ
ὑψικέραν βοῦν.
τότʼ ἄμαχος δαίμων
Δαϊανείρᾳ πολύδακρυν ὕφανε
μῆτιν ἐπίφρονʼ, ἐπεὶ
πύθετʼ ἀγγελίαν ταλαπενθέα,
Ἰόλαν ὅτι λευκώλενον
Διὸς υἱὸς ἀταρβομάχας
ἄλοχον λιπαρὸ[ν π]οτὶ δόμον πέμποι.
ἆ δύσμορος, ἆ τάλαινʼ, οἷον ἐμήσατο·
φθόνος εὐρυβίας νιν ἀπώλεσεν,
δνόφεόν τε κάλυμμα τῶν
ὕστερον ἐρχομένων,
ὅτʼ ἐπὶ ῥοδόεντι Λυκόρμᾳ
δέξατο Νέσσου πάρα δαιμόνιον τέρ[ας.