Ancient Greek
671.3
Basilius Theol., Adversus Eunomium (Libri 5) 671.3
Unproofread scanNot analysed yet
C γ. ΕΥΝ. Ἀγέννητον δὲ λέγοντες, οὐχ ὀνόματι μόνον, κατ’ ἐπίνοιαν ἀνθρωπίνην, σεμνύνειν οἴομεθα δεῖν, ἐκτινύναι δὲ αὐτῷ τὸ πάντων ἀναγκαϊότατον δόλημα τῷ Θεῷ τὴν τοῦ εἶναι ὃ ἐστιν ὁμολογίαν. Τὰ γὰρ κατ’ ἐπίνοιαν λεγόμενα, ἐν ὀνόμασι μόνον καὶ προφορά τὸ εἶναι ἔχοντα, ταῖς φωναῖς συνδιαλύεσθαι πέφυκεν.