Ancient Greek
672.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 672.1
Unproofread scanNot analysed yet
ἐπὶ τοῦ Θεοῦ τὸ ἀγέννητον, ἠγούμενος ἐντεῦθεν ῥάδιαν αὐτῷ τὴν ἐπιχείρησιν ἐσσεθαι τοῦ τὴν ἀγεννησιαν οὐσίαν εἶναι τοῦ Θεοῦ (26)· ἐκ τούτου δὲ ἀναντирρήτως δεῖξαι, ἀνόμοιον εἶναι κατ’ αὐτὴν τὴν οὐσίαν τὸν μονογενῆ Υἱὸν τῷ Πατρί. Διὰ τοῦτο προσπλέκεται τῷ ῥήματι τὴς ἐπινοίας, ὡς οὐδὲν σημαίνοντι τὸ παράπαν, ἀλλ’ ἐν μόνῃ τῇ προφορᾷ τὴν ὑπόστασιν κεκτημένῳ· καὶ ἀνάξιον εἶναι Θεοῦ προσποιεῖσθαι ταῖς ἐπινοίαις αὐτὸν ἀποσμενύνειν. Ἐγὼ δὲ εἰ μὲν ἐπινοίᾳ θεωρητὸν (27) ἢ μὴ τὸ ἀγέννητον, οὕτω διςχουρίζομαι πρὶν ἂν ὑπ’ αὐτῆς τοῦ λόγου τῆς ἐξετάσεως διδαχθῶμεν.