Ancient Greek
683.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 683.1
Unproofread scanNot analysed yet
Οἷον, τὸ σῶμα ἀπλοῦν μὲν εἶναι φησιν ἡ πρώτη ἐντεύξις, ποικιλὸν δὲ ὁ λόγος ἐπιὼν δείκνυσιν, τῇ ἐπινοίᾳ αὐτὸ εἰς τὰ ἐξ ὧν σύγκειται διαλῦον, καὶ χρώμα, καὶ σχῆμα, καὶ ἀντιτυπίαν, καὶ μέγεθος, καὶ τὰ λοιπά. Πάλιν τὰ ἀνυπόστατα μὲν παντελῶς, κατὰ δὲ ἀναγραφὴν τινὰ τῆς ἐννοίας καὶ φαντασίαν μόνην ἀνατυπούμενα, ὡς δσα οἱ μυθωποιοὶ καὶ ζωγράφοι πρὸς τὴν τῶν ἐντυγχάνοντων ἐκπλήξιν τερατεύονται κατ' ἐπίνοιαν καὶ ταῦτα θεωρητὰ ὑπὸ τῆς συνήθειας λέγεται. Ὅν οὐδενὸς ἐπιμνησθεὶς οὖτος, ἢ ἀμαθῶς ἢ κακοῦργως, περὶ τῆς τῶν ἀνυπάρκτον ἐπινοίας μόνης ἡμῖν ἐφιλοσόφησε· καὶ οὐδὲ ταύτην ὡς ἔχει φύσεως ἐξηγούμενος. Οὐ γὰρ σημαίνειν μὲν τι τὴν ἐπίνοιαν, ψευδὲς δὲ τοῦτο, φησίν· ἀλλὰ παντελῶς ἀσημον εἶναι τὸ ὄνομα, καὶ ἐν μόνῃ τῇ ἐκφωνήσει τὴν ὑπόστασιν ἔχειν. Καίτοι τοσοῦτον ἀπέχει τοῦ κατὰ τῶν ματαίων μόνον (32) καὶ ἀνυποστάτων φαντασιῶν τὸ ὄνομα τοῦτο τῆς ἐπινοίας κεῖσθαι, ὥστε μετὰ τὸ πρῶτον ἡμῖν ἀπὸ τῆς αἰσθήσεως ἐγγινόμενον νόημα τὴν λεπτοτέραν καὶ ἀκριβέστεραν τοῦ νοηθέντος ἐπεξὺμψιν ἐπίνοιαν ὀνομάζεσθαι· ὅθεν ἡ συνθεῖσα καλεῖ ἐπιλογισμόν, εἰ καὶ μὴ οἰκείως (33). Οἷον τοῦ σίτου νόημα ἐστὶν ἀπλοῦν ἐνυπάρχει πᾶσι, καθὼς φαίνετα γινώσκομεν· ἐν δὲ τῇ ἀκριδεὶ περὶ αὐτοῦ ἐξετάσει, θεωρία τε πλεῖον (34) προσέρχεται, καὶ προσηγορίαι διάφοροι τῶν νοηθέντων σημαίνονται. Τὸν γὰρ αὐτὸν σίτον νῦν μὲν καρπὸν λέγομεν, νῦν δὲ σπέρμα, καὶ πάλιν τροφήν· καρπὸν μὲν, ὡς τέλος τῆς παρελθούσης γεωργίας· σπέρμα δὲ, ὡς ἀρχὴν τῆς μελλούσης· τροφήν δὲ, ὡς κατάλληλον εἰς προσθήκην τῷ τοῦ προσφερομένου σώματι. Τούτων ἐν ἑκάστῳ τῶν λεγομένων καὶ κατ' ἐπίνοιαν θεωρεῖται, καὶ τῷ φθόγγῳ τῆς γλώσσης οὐ συναπέρχεται· ἀλλὰ τῇ ψυχῇ τοῦ νενοηκότος ἐνδύεται τὰ νοήματα. Καὶ ἀπλῶς, πάντα τὰ τῇ (35) αἰσθήσει γνῶριμα, καὶ ἀπλῶς μὲν εἶναι τῷ ὑποκειμένῳ δοκοῦντα, ποικιλὸν δὲ λόγον κατὰ τὴν θεωρίαν ἐπιδέχόμενα, ἐπινοίᾳ θεωρητὰ λέγεται.