Ancient Greek
683.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 683.2
Unproofread scanNot analysed yet
7. Ἐγγὺς δὲ [τοῦ τοιούτου τρόπου τῆς ἐπινοίας τὴν χρῆσιν καὶ παρὰ τοῦ θείου δεδιδάχμεθα λόγου. Τὰ μὲν οὖν ἄλλα παρήσω, πολλὰ ἔχων εἰπεῖν, ἐνὸς δὲ μόνου τοῦ καιρωτάτου μνηθήσομαι. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς (36) ἐν τοῖς περὶ ἑαυτοῦ λόγοις, τὴν φιλανθρωπίαν τῆς θεότητος καὶ τὴν ἐξ οἰκονομίας χάριν τοῖς ἀνθρώποις παραδιδὼν, ἰδίωμασι τοῖς περὶ αὐτὸν θεωρουμένοις ἀπεσφράγισαυτὴν (37), θύραν ἑαυτὸν λέγων, καὶ ὁδόν, καὶ ἄρτον, καὶ ἀμπελόν, καὶ ποιμένα, καὶ φῶς, οὐ πολυώνυμος