Ancient Greek
689.2 to 691.33
Basilius Theol., Adversus Eunomium (Libri 5) 689.2-691.33
Unproofread scanNot analysed yet
11. Ὁ δὲ, ὡς ἐπ’ ἀτόπῳ τῷ κατὰ στέρησιν τι λέγεσθαι περὶ Θεοῦ δυσχεραίνων, ἐπὶ τὸ εὐσεβέστερον (72) ὁρῶν καταφεύγει, τὸ εἰς αὐτὴν τὴν οὐσίαν ἐλέγχει τὰ εἰρημένα, οὐδὲ ταῖς προτάσεσιν ἑαυτῷ τὴν ἰσχὺν ἀποδιδῶσιν, οὐδεμίαν αὐτῷ χώραν ἔξει τὸ "Ὦλως δέ, τὸ οἴεσθαι τοῦ ἐπὶ πάντων Θεοῦ αὐτὴν τὴν οὐσίαν ἐξευρεῖναι, πῶς ὑπερηφανίας ἐστὶ καὶ φυσιώσεως! Σχεδὸν γὰρ καὶ αὐτὸν ἀποκρύ- πτοσαι τῇ μεγαληγορία τὸν εἰπόντα· Ἐπάνω τῶν ἀστρῶν θήσομαι τὸν θρόνον μου· οἱ γε οὐχὶ ἀστέρων, ἢ οὐρανοῦ κατατολμῶσιν, ἀλλ' αὐτὴν ἐμβατεύσιν τοῦ Θεοῦ τῶν ὅλων τὴν οὐσίαν διαζονεύου- ται. Ἐξετάσωμεν γὰρ αὐτόν, πόθεν αὐτῆς φησιν ἐν περαιοιᾳ γεγενηθότα. Ἄρ' ἐκ τῆς κοινῆς Ἄλλ' αὐτὴ τὸ εἶναι τὸν Θεόν, οὐ τὸ τι εἶναι ἡμῖν ὑποβάλλει. Ἄλλ' ἐκ τῆς διδασκαλίας τοῦ Πνεύματος; Ποίας; ἢ τῆς ποῦ κειμένης; Οὐχ ὁ μὲν μέγας Δαβὶδ, ὡς τὰ δῆλα καὶ τὰ κρύφια τὸ ἐαυτοῦ σοφίας ἐδήλωσεν ὁ Θεός, φανερῶς ὁμολογεῖ τῆς γνώσεως τὸ ἀπρόσιτον, λέγων· Ἐθαυμαστώθη ἡ γνώσις σου ἐξ ἐμοῦ, ἐχραταιώθη· οὐ μὴ δύναμαι πρὸς αὐτήν; Ἡσαΐας δέ, ὁ ἐν θεωρίᾳ τῆς δόξης τοῦ Θεοῦ γεγμένος, τί περὶ τῆς θείας οὐσίας ἐδήλωσεν ἡμῖν; δς γε ἐν τῇ περὶ Χριστοῦ προφητεία διαμαρτυρεῖται λέγων· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Τί δὲ τὸ σκευὸς τῆς ἐκλογῆς; Παῦλος, ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν, ὁ ἕως τρίτου ἀπαχθεῖς οὐρανοῦ, ὁ τὰ ἀρρήτα ἀκούσας ῥήματα, ὅ οὐκ ἔδω ἀνθρώπῳ λαλῆσαι, τίνα ἡμῖν περὶ οὐσίας Θεοῦ διδασκαλίαν ἀφήκεν; δς γε ὅτε εἰς τοὺς μερικοὺς τῆς οἰκονομίας διέκυψε λόγους, οἷον ἰλιγγιᾶσας πρὸς τὴν θεωρίαν ἀδιεξόδευτον, ἐκείνην ἐξέδωσεν τὴν φωνήν· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματά αὐτοῦ, καὶ ἀνέξιχνιαστοι αἱ ὁδοὶ αὐτοῦ! Εἰ δὲ ταῦτα τοῖς εἰς τὴν τοῦ Παύλου γνώσεως μέτρον ἐφθασκόσιν ἀνέφικτα, πῶς ὁ τύφος τῶν ἐπαγγελλομένων