Ancient Greek
691.36 to 691.48
Basilius Theol., Adversus Eunomium (Libri 5) 691.36-48
Unproofread scanNot analysed yet
εἰδεῖναι τοῦ Θεοῦ τὴν οὐσίαν; Οὐς ἕδως ἂν ἐρωτήσαιμι περὶ τῆς γῆς ἐφ' ἧς ἔστιν, καὶ ἀφ' ἧς γεγόνασι, τί ποτε λέγουσι; τίνα αὐτῆς τὴν οὐσίαν ἀπαγγέλλουσιν ἡμῖν; Ἴνα, ἐὰν δρα περὶ τῶν χαμαὶ καὶ ὑπὸ τοῖς ποσὶ κειμένων ἀναντιρρήτως ἡμῖν διαλεχθῶσι, τότε αὐτοῖς καὶ περὶ τῶν ἐπέκεινα πάσης ἐννοίας διατεινομένοις πιστεύσωμεν. Τίς οὖν τῆς γῆς ἡ οὐσία; ποῖος τρόπος τῆς καταλήψεως; Ἀποκρινέ- σωσαν ἡμῖν, πότερον λόγος ἐφίκετο παῦσθαι, ἢ αἰσθήσις; καὶ εἰ μὲν τὴν αἰσθησιν φήσουσι, ποῖα τῶν αἰσθήσεων ἐστὶ καταληπτή; Ὀράσει; Ἄλλὰ χρωμᾶτων ἐστὶν ἀντιληπτικὴ αὐτῆν. Ἄλλ' ἀφῆ; Καὶ αὐτὴ σκληρότητος καὶ ἀπαλότητος, καὶ θερμοῦ καὶ ψυχροῦ, καὶ τῶν τοιούτων ἐστὶ διακριτική, ὧν οὐδὲν ἂν τις οὐσίαν εἴποι, μὴ εἰς ἔσχατον παρανοίας ὑπενεχθεὶς.