Ancient Greek
695.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 695.1
Unproofread scanNot analysed yet
'Αδὰμ ἐκ τοῦ Θεοῦ· οὕτως ἡμεῖς ἑαυτοὺς ἐρωτῶμεμεν, ὁ δὲ Θεὸς ἐκ τίνος; Ἄρα οὐχὶ πρόχειρόν ἐστιν ἐν τῇ ἑκάστου διανοίᾳ, ὅτι ἐξ οὐδενός; Τὸ δὲ ἐξ οὐδενὸς τὸ ἀναρχόν ἐστι δηλοῦν· τὸ δὲ ἀναρχον τὸ ἀγέννητον. Ὡς οὖν ἐπὶ ἀνθρώπων οὐχ ἡ οὐσία τὸ ἐκ τινος, οὕτως οὐδὲ ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων οὐσίαν ἐστὶν εἰπεῖν τὸ ἀγέννητον (2)· ὅπερ ἴσον ἐστὶ τῷ ἐξ οὐδενός. Ὁ δὲ τὸ ἀναρχον οὐσίαν εἶναι λέγων παραπλήσιον ποιεῖ, ὥσπερ ἂν εἴ τις, ἐρωτῶμενος, τίς ἡ τοῦ Ἀδὰμ οὐσία, καὶ τίς ἡ φύσις αὐτοῦ; ὁ δὲ ἀποκρίνοιτο, μὴ (3) ἐκ συνδυασμοῦ ἀνδρὸς καὶ γυναικός, ἀλλ' ἐκ τῆς θείας χειρὸς διαπλασθῆναι. Ἄλλ' οὐχὶ τὸν τρόπον τῆς ὑποστάσεως ἐπιζητῶ, φήσειεν ἂν τις, ἀλλ' αὐτὸ τοῦ ἀνθρώπου τὸ ὑλικὸν ὑποκείμενον· ὃ πολλοῦ δέω μανθάνειν διὰ τῆς ἀποκρίσεως. Τοῦτο δὲ καὶ ἡμῖν συμβαίνει ἐκ τῆς τοῦ ἀγεννήτου φωνῆς τὸ ὅπως τοῦ Θεοῦ μᾶλλον ἢ αὐτὴν τὴν φύσιν διδασκομένοις.