Ancient Greek
695.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 695.2
Unproofread scanNot analysed yet
16 Ὅλως δὲ εἴ τις βούλοιτο τὴν ἀλήθειαν τῶν παρ' ἡμῖν λεγομένων καταμαθεῖν, ἑαυτὸν ἀνερευνάτω· ὅταν μὲ νοῆσαι τῶν περὶ Θεοῦ βουληθῇ, εἰ εἰς τὸ σημαίνόμενον (4) τοῦ ἀγεννήτου χωρεῖ. Ἐγὼ μὲν γὰρ ὁρῶ, ὅτι, ὥσπερ τοῖς ἐπερχομένοις αἰῶσι τὴν διάνοιαν ἐπεκτεινόντες, ἀτελεύτητον λέγομεν τὸν οὐδιὲν πέρατα τὴν ζωὴν ὁρίζομεν· οὕτω καὶ εἰς τὸ ἄνω τῶν αἰώνων τοῖς λογισμοῖς ἀναβαίνοντες, καοἷον εἰς τι πέλᾶγος ἀγανὲς ἐπὶ τὸ ἄπειρον τῆς τοῦ Θεοῦ ζωῆς διακύπτοντες, οὐδεμιᾶς ἀρχῆς ἀφ' ἧς γέγονε λαβεῖν δυνάμενοι, ἀλλὰ τοῦ νοουμένου ἐξωτέραν δεῖ καὶ ὑπερεκπίπτουσαν τοῦ Θεοῦ τὴν ζωὴν ἐννοοῦντες, τοῦτο τὸ ἀναρχον τῆς ζωῆς ἀγέννητον προσετίρηχαιμεν. Αὕτη γὰρ τοῦ ἀγεννήτου ἡ ἔννοια, τὸ μὴ ἔχειν ἐτέρωθεν τὴν ἀρχὴν τοῦ εἶναι. Ὁ δὲ, ἐπειδὴ περὶ μόνον τὸν Θεὸν τῶν ὅλων τὸ ἀγέννητον θεωρεῖται (5), κακοουργεστάτα πάντων (6) εἰς τὴν κατὰ τοῦ Μονογενοῦς ἠρπασεν αὐτὸ βλασφημίαν. Τί γὰρ φησι προῖών;