Ancient Greek
696.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 696.1
Unproofread scanNot analysed yet
A Θεῷ καὶ Πατρὶ τὸν Μονογενῆ Υἱὸν καὶ Θεὸν ἐπιδείξαι, τὸ μὲν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὄνομα σιωπᾷ, ἀπλῶς δὲ περὶ ἀγεννητοῦ καὶ γεννητοῦ διαλέγεται· καὶ τὰ τῆς σωτηρίου πίστεως ὀνόματα κρύπτων, φιλὰ παραδιδούς τῆς βλασφημίας τὰ δόγματα· ἵνα, τῆς ἀσεβείας ἐν τοῖς πράγμασι γυμνωθείσης, εἶτα τῆς μεταβάσεως ἐπὶ τὰ πρόσωπα γενομένης (8), αὐτὸς μὲν μηδέν δόξῃ δυσφημὸν εἰρηκέναι, τῇ δὲ τοῦ λόγου ἀκολουθίᾳ κατεσκευασμένην ἔχῃ τὴν βλασφημίαν. Ἄγεννητος δὲ ὢν, φησίν, ἐκφυγοὺ ἄν πᾶσαν σύγκρισιν καὶ κοινωνίαν τὴν πρὸς τὸ γεννητόν. Οὐχ εἶπεν, ὅτι· Πατὴρ καὶ Υἱός· ἀλλ᾽, Ἄγεννητος καὶ γεννητὸς (9). Ἐν μὲν δὴ αὐτοῦ τοῦτο τοιούτων κακούργημα· ἕτερον δὲ ποῖον, ἀποκτεῖτε. Ἄγεννητος δὲ ὢν, φησιν, οὐχ ἄν ποτε πρόσοιτο γέννησιν· καὶ πάλιν, ὅτι τὰς ἰδίας μεταδούναι τῷ γεννημένῳ φύσεως. Τὸ, οὐχ ἄν ποτε πρόσοιτο γέννησιν, δύο σημαίνει· ἐν μὲν, ὅτι τῇ ἰδίᾳ αὐτοῦ φύσει οὐχ ἐφαρμόζει (10) γέννησις (ἀδύνατον γὰρ ὑπὸ γέννησιν ἐλθεῖν τὴν ἀγέννητον φύσιν)· ἕτερον δέ, ὅτι γεννησαὶ οὐ καταδέχεται (11). Οὕτως μὲν οὖν κατὰ τὸ δεύτερον σημαινόμενον ἐχρήσατο τῇ φωνῇ· συναρπάξας δὲ τοὺς πολλοὺς ἐκ τῆς προτέρας ἐννοίας. Ἐπεὶ δτι γε τοῦτο ἐστὶ τὸ κατασκευαζόμενον, σαφῶς τὸ ἐπιφερόμενον δείκνυσιν. Εἰπὼν γὰρ ὅτι, Οὐχ ἄν ποτε πρόσοιτο γέννησιν, ἐπήγαγεν· ὥστε τῆς ἰδίας μεταδοῦναι τῷ γεννημένῳ φύσεως. Τῇ γὰρ δευτέρᾳ (12) ἐννοίᾳ τοῦτο ἐστὶν ἀκόλουθον· ὅτι οὐ καταδέχεται γενέσθαι Πατήρ, ἵνα μὴ μεταδῷ τὰς ἰδίας φύσεως τῷ γεννωμένῳ. Τίς ἄν γενοῖτο τῆς ἀσεβείας ταύτης χαλεπώτερος; τίς ἐλάλησε τοσαύτην ἀδικίαν εἰς τὸ ὕψος ποτέ;