Ancient Greek
696.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 696.2
Unproofread scanNot analysed yet
17. Ἐγὼ μὲν γὰρ φοβοῦμαι, μὴ καὶ ἡμεῖς, ἐν τῷ τὰς ἀλλοτρίας ἀναλαμβάνειν βλασφημίας διὰ τοῦ στόματος, μολύνωμεν ἐαυτῶν τὴν διάνοιαν, καὶ τῆς κατακρίσεως αὐτοῖς κοινωνήσωμεν (13). Παραμυθεῖται δέ με τὸ ἐν τοῖς Εὐαγγελίοις, ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὴν τῶν Ἰουδαίων εἰς τὸν Κύριον βλασφημίαν ἐγγραφὸν τοῖς μετὰ ταῦτα παραδοῦναι οὐ παρετήσατο, ἐκεῖνον στηλιτεύον εἰς ἅπαντα χρόνον τὴν βλασφημίαν, οὐχὶ τῇ ἀχράντῳ δόξῃ τοῦ Μονογενοῦς προστριβόμενον τινὰ βλασφημίαν (14). Εἰ τοίνυν οὐχ ἄν ποτε πρόσοιτο γέννησιν, ὥστε τῆς ἰδίας μεταδούναι τῷ γεννημένῳ φύσεως, οὐκ ἔστι μὲν Πατὴρ ὁ Θεός, οὐκ ἔστι δέ (15)· ἀλλ᾽ ἀμεῖνον ἡμῖν