Ancient Greek
697.4
Basilius Theol., Adversus Eunomium (Libri 5) 697.4
Unproofread scanNot analysed yet
18. Ὥστε διὰ μιᾶς ταύτης βλασφημίας πάσας ἀθετεῖσθαι τὰς φωνὰς τὰς παρὰ τοῦ ἁγίου Πνεύματος εἰς τὴν τοῦ Μονογενοῦς δοξολογίαν παραδοθείσας · τοῦ μὲν Εὐαγγελίου διδάσκοντος ὅτι, Τοῦτον ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός · τοῦ δὲ Ἀποστόλου · Ὁς ἐστὶν εἰκών τοῦ Θεοῦ τοῦ ἀοράτου. Εἰκών οὐχ ἀψυχος, οὐδὲ χειρόδηκτος (21), οὐδὲ τέχνης ἔργον καὶ ἐπινοίας· ἀλλὰ εἰκών ζῶσα, μᾶλλον δὲ αὐτοῦσῳ ζωῇ, οὐκ ἐν σχήματι ὁμοιότητι, ἀλλ’ ἐν αὐτῇ τῇ οὐσίᾳ τῇ ἀπαράλλακτον (22) ἀεὶ διασώζουσα. Ἐγὼ γὰρ καὶ τὸ, ἐν μορφῇ Θεοῦ ὑπάρχειν, ἴσον δύνασθαι τῷ, ἐν οὐσίᾳ Θεοῦ ὑπάρχειν, φημί. Ὡς γὰρ τὸ, μορφὴν δούλου ληφέναι, ἐν τῇ οὐσίᾳ τῆς ἀνθρωπότητος τὸν Κύριον ἡμῶν γεγεννηθῆναι σημαίνει · οὕτω