Ancient Greek
698.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 698.1
Unproofread scanNot analysed yet
δὲ καὶ τὸ, ἐν (23) μορφῇ Θεοῦ ὑπάρχειν, τῆς θείας A οὐσίας παρίστασι πάντων τὴν ἰδιότητα. Ὁ ἄωρακὼς ἐμέ, φησίν, ἄωρακε τὸν Πατέρα. Οὕτως δὲ ἀλλοτριῶν τοῦ Πατρὸς τὸν Μονογενῆ, καὶ παντελῶς ἀποσίζων τῆς πρὸς αὐτὸν κοινωνίας, τὴν δι’ αὐτοῦ γενομένην τῆς γνώσεως ἀνοδόν, τὸ ὅσον ἐπ’ αὐτῷ (24), διακόπει. Πάντα δὲ ἔχει ὁ Πατήρ, ἐγὼ δστιν, ὁ Κύριός φησιν. Εὐνόμιος, ἐξ οὐδεμιᾶν λέγει κοινωνίαν εἶναι τῷ Πατρὶ πρὸς τὸν ἐξ αὐτοῦ. Καὶ, Ὡςπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Τοῦτο παρ’ αὐτῷ δεδιδάχμεθα τοῦ Κυρίου· παρὰ δὲ Εὐνομίου τί; Μηδεμίαν εἶναι σύγκρισιν τῷ γεννηθέντι πρὸς τὸν γεννήσαντα. Καὶ ἀπαράπλως, διὰ μιᾶς ταύτης φωνῆς ἀναίρει μὲν τὸν τῆς εἰκόνος λόγον, ἀθετεῖ δὲ τὸ ἀπαύγασμα εἶναι καὶ χαρακτῆρα τῆς ὑποστάσεως. Οὔτε γὰρ εἰκόνα δυνατὸν τοῦ ἀσυγκρίτου νοεῖσθαι, οὔτε ἀπαύγασμα εἶναι τοῦ ἀκοινωνήτου κατὰ τὴν φύσιν. Τῷ δὲ αὐτῷ εἴδει πάλιν τοῦ τεχνάσματος ἐπιμένει, τῷ ἀγεννήτῳ λέγων μὴ εἶναι πρὸς τὸ γεννητὸν σύγκρισιν· οὐχὶ τῷ Πατρὶ πρὸς τὸν ἐξ αὐτοῦ, ἵνα ἡνπερ ἐν ταῖς φωναῖς ταύταις ὑπάρχουσαν ἀντίθεσιν ἐπίδειξη, ταύτην ἐπ’ αὐτῆς τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ μετενέγκη.