Ancient Greek
698.3
Basilius Theol., Adversus Eunomium (Libri 5) 698.3
Unproofread scanNot analysed yet
ΕΥΝ. Οὐ γὰρ δὴ τοῦτο ἐν ἐποιούμεν, ὡς κοινὴ μὲν ἀμφὼν ἡ οὐσία· τάξει δὲ καὶ τοῖς ἐν χρόνῳ προσειδοῖς ὁ μὲν ἐστὶ πρῶτος, ὁ δὲ δεύτερος (26). Ἐπειδή γε δὴ προσεῖναι ἐν τοῖς ὑπερέχουσι τῇ ὑπὸροχῆς αἰτίων· οὐ συνέβευκται δὲ τῇ οὐσίᾳ τοῦ Θεοῦ οὐ χρόνος, οὐκ αἰών, οὐ τάξις. Ἡ τε γὰρ τάξις δευτέρα τοῦ τάττοντος· οὐδὲν δὲ τῶν τοῦ Θεοῦ ὑφ’ ἑτέρου τέταχται. Ὁ τε χρόνος ἀστέρων ποῖά τις ἐστὶ κίνησις (27)· ἀστῆρες δὲ οὐ τῆς ἀγεννήτου μόνον οὐσίας καὶ νοητῶν ἀπάντων, ἀλλὰ καὶ τῶν πρώτων σωμάτων γεγόνασιν ὑστεροὶ (28). Περί δὲ αἰώνων τί δεῖ καὶ λέγειν, τῆς Γραφῆς σαφῶς διαγορευούσης, πρὸ τῶν αἰώνων ὑπάρχειν τὸν Θεόν;