Ancient Greek
698.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 698.2
Unproofread scanNot analysed yet
19. Ὡπως δὲ μή, πασαὶς αὐτοῦ κατακολουθοῦντες ταῖς βλασφημίαις, καὶ ἕκαστον εὐθύνειν τῶν εἰρημένων ἐπιχειροῦντες, εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνωμεν (25)· ὅσα μὲν καὶ πρόχειρον ἔχει τὴν ἀσάφειαν, καὶ αὐτόθεν φανερὰ τοῖς ἐντυχάνουσιν ἐστι, παρήσόμεν· ἂ δὲ λόγου τινὸς πρὸς τὸν ἔλεγχον δεῖται, ταῦτα παραθήσομεθα. Ποικιλῶς γὰρ τὸ πρὸς τὸν Υἱὸν ἀκοινωνήτην τῆς τοῦ Πατρὸς οὐσίας κατασκευάσας, καὶ πανταχόθεν, ὡς οἶσται, τὸ ἄτοπον ἐπίδειξας, ἐπάγει;