Ancient Greek
702.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 702.1
Unproofread scanNot analysed yet
τι τῇ οὐσίᾳ τοῦ Θεοῦ δυνατὸν, οἷον εἶδος, ἢ δὲχον, ἢ πλικιότητα, διὰ τὸ πάντα συνθήκην ἐλεύθερον εἶναι τὸν Θεόν. Εἰ δὲ τούτων καὶ τῶν τοιούτων τι (55) μήτε ἐστὶ μήτε ποτὲ γένοιτ' ἂν εὐαγὲς ἐπινοῆσαι συμπε-πλεγμένον τῇ οὐσίᾳ τοῦ Θεοῦ (56), ποῖος ἐτι συγχω-ρήσει λόγος πρὸς τὴν ἀγέννητον ὁμοιοῦν τὴν γεννη-τήν; τῆς κατ' οὐσίαν (57) ὁμοιότητος, ἢ συγκρισεως, ἢ κοινωνίας, μηδεμιαν ὑπεροχὴν ἢ διαφορὰν κατα-λιποῦσης, ἰσότητα δὲ σαφῶς ἐργαζομένης, μετὰ δὲ τῆς ἰσότητος ἀγέννητον ἀποφαίνουσας τὸν ὁμοιούμε-νον, ἢ συγκρινόμενον. Οὐδὲς δὲ οὕτως (58) ἀνόητος καὶ πρὸς ἀσεβείαν τολμηρός, ὥστε ἴσον εἰπεῖν τῷ Πατρὶ τὸν Υἱόν, αὐτοῦ τοῦ Κυρίου διαρρήδην εἰπόν-τος· 'Ὁ Πατὴρ ὁ πέμψας μὲ μεῖζων μου ἐστὶ' καὶ πάλιν μετ' ὀλίγα. 'Ἀλλ' ὅτι μὲν οὗς ὁ τῶν πάν-των Θεὸς ἀγέννητος καὶ ἀσύγκριτος, πλείονων ὄντων τῶν παραλειπόμενων, ἀποχρὴν ἡγοῦμαι καὶ τὰ ῥηθέντα πρὸς ἀπόδειξιν.