Ancient Greek
702.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 702.2
Unproofread scanNot analysed yet
ΒΑΣ. Ὅταν τις ἀπτεσθαι μέλλῃ πονηροῦ λόγου, προλαμβάνει (59) τινὰ συγχωρούμενα παρὰ πάν-των, ἵνα διὰ τῆς ἐν τούτοις εὐγνωμοσύνης μηδέ περὶ τῶν λοιπῶν ἀπιστῆται. Οὐδὲν (60), φησίν, οἷόν τε ὑπάρχειν τοῦ Θεοῦ τῇ οὐσίᾳ, οὔτε εἶδος, οὔτε δὲχον, οὔτε πλικιότητα, διὰ τὸ πάντα συνθήκης ἐλεύθερον εἶναι τὸν Θεόν. Μέχρι τούτων ἐστιν εὐνόμων· ἐν δὲ τοῖς ἐξῆς εἰς ἑαυτὸν ἐπανήλθεν. Ὡς γὰρ ἀναγκαίως τοῖς προεκτεθεῖσιν ἐπομείην τὴν βλασφημίαν ἐπισυν-άπτει, λέγων· Εἰ δὲ τούτων καὶ τῶν τοιούτων τι μήτε ἐστὶ, μηδὲποτ' ἂν γένοιτο εὐαγὲς ἐπινοῆσαι συμπεπλεγμένον τῇ οὐσίᾳ, τὶς συγχωρήσει λόγος (61) πρὸς τὴν ἀγέννητον ὁμοιοῦν τὴν γεννητήν; Ποίαν ἀκολουθίαν ἔχει ταῦτα πρὸς ἀλλήλα, εἰ ἀσύνθετός ἐστιν ὁ Θεός, ἀνεπίδεκτον εἶναι τὸν Υἱὸν τῆς πρὸς αὐτὸν ὁμοιότητος; Εἴπε γὰρ· οὐχὶ δὲ καὶ τὸν Υἱὸν πα-ραπλησίως ἐρεῖς μήτε εἶδος, μήτε δὲχον (62), μήτε πλικιότητα ἔχειν ἐν ἑαυτῷ, καὶ πάντα συνθήκης ἐλεύθερον εἶναι;