Ancient Greek
703.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 703.2
Unproofread scanNot analysed yet
EYN. Διὰ τοῦτο οὔτε ἴσος, φησίν, οὔτε ὁμοιος, ἐπειδὴ καὶ ἀπόσος ἐστι καὶ ἀνεῖδος. ΒΑΣ. Ἐγὼ δὲ κατ' αὐτὸ τοῦτο τὴν ὁμοιότητα τίθεμαι. Ἐπειδὴ ὡσπερ ὁ Πατὴρ συνθήκης ἐστὶ πάσης ἐλεύθερος, οὕτω καὶ ὁ Υἱὸς ἀπλῶς παντελῶς, καὶ ἀσύνθετος, καὶ τὸ ὁμοιον, μὴ κατὰ τὴν τοῦ εἴδους ταυτότητα θεωρεῖσθαι, ἀλλὰ κατ' αὐτὴν τὴν οὐσίαν. Ὅσοις μὲν γὰρ μορφὴ καὶ σχῆμα περιέκειται, τούτοις, κατὰ τὴν ταυτότητα τοῦ εἴδους, ἡ ὁμοιότης· τὴν δὲ ἀνείδεον καὶ ἀσχηματίστον φύσιν ἐν αὐτῇ τῇ οὐσίᾳ λείπεται ἔχειν τὴν ὁμοιότητα· καὶ τὸ ἴσον μὴ ἐν τῇ τῶν ὀγκῶν παραμετρήσει, ἀλλ' ἐν τῇ ταυτότητι τῆς δυνάμεως. Χριστὸς, φησί, Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία· ὅλης τῆς πατρικῆς δυνάμεως ἐναποκειμένης αὐτῷ ὁλοσύνῃ. Ὅθεν ὅσαπερ ἂν βλέπῃ τὸν Πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.