Ancient Greek
703.4 to 703.7
Basilius Theol., Adversus Eunomium (Libri 5) 703.4-7
Unproofread scanNot analysed yet
EYN. Ἀλλ' ἡ κατ' οὐσίαν, φησίν, ὁμοιότης, ἢ σύγκρισις, ἢ κοινωνία, μηδεμίαν ὑπεροχὴν ἢ διαφορὰν καταλείπουσα, ἰσότητα σαφῶς ἀπεργάζεται (65). ΒΑΣ. Πῶς οὖν οὐδεμίαν διαφορὰν καταλείπει, οὐδὲ τὴν τοῖς αἰτίοις πρὸς τὰ ἐξ αὐτῶν ἐνυπάρχουσαν; Εἶτα ἐπάγει :EYN. Τίς δὲ οὕτως ἀνόητος, ἢ πρὸς ἀσεβείαν τολμηρός, ὥστε ἴσον εἰπεῖν τὸν Υἱὸν τῷ Πατρί; ΒΑΣ. Εἴπωμεν αὐτῷ τὰ τοῦ προφήτου πρὸς ταῦτα· ὅτι, Ὦγὺς πόρνης ἐτένεσέ σοι· ἀπηνισχύνησας πρὸς πάντας. Καὶ γὰρ ἐκεῖναι τὰ ἑαυτῶν ἀνεῖδὴ τοῖς σεμνοῖς βεβιωκόσι προστρίβονται· καὶ οὗτος τοὺς τὴν δόξαν τοῦ Μονογενοῦς μεγαλύνειν ἐπιθυμοῦντας ἀνόητους ἀποκαλεῖ καὶ πρὸς ἀσεβείαν τολμηρούς, ἐπὶ τοῖς αὐτοῖς χαλεπαίνων, ἐφ' οἷς καὶ Ἰουδαῖοι παρωξύνοντο τῇνικαῦτα λέγοντες ὅτι, Ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ.