Ancient Greek
704.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 704.1
Unproofread scanNot analysed yet
δ (68) πέμψας με, μείζων μου ἐστίν· τοῦ δὲ Ἀπο-στόλου λέγοντος οὐκ ἀκούει (69) ὅτι, Οὐχ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. (70) Καίτοι εἰ κατὰ τὸν οὖν λόγον ἡ ἀγεννησία οὐσία ἦν, ἐδούλευ δὲ τῇ κατ’ οὐσίαν ὑπεροχὴν ἐπιδείξαι, εἴπεν ἂν· Ὁ ἀγέν-νητος μείζων μου ἐστίν. Ἡμέτερος δὲ ἐστιν ὁ λόγος, ὅτι ἡ τοῦ Πατρὸς προσηγορία ἐνέργειά ἐστι καὶ οὐχ οὐσία σημαίνει. Μείζονα οὖν λέγοντες τοῦ Υἱοῦ τὸν Πατέρα, μείζονα τοῦ ἔργου φατε τὴν ἐνέρ-γειαν. Πᾶσα δὲ δήπου (71) ἐνέργεια συμβαίνει τῷ μέτρῳ τοῖς ἐξ αὐτῆς γινομένοις· καὶ μεγάλη μὲν τῶν μεγάλων ἔργων ἐστίν, μικρὰ δὲ τῶν μικροτέ-ρων. Τὸ οὖν μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα κατὰ τούτων τὸν λόγον ὁμολογεῖν οὐδὲν ἕτερόν ἐστιν, ἢ ἀσύμμετρον τῷ ἔργῳ τίθεσθαι τὴν ἐνέργειαν, καὶ μάτην φάσκειν πρὸς τὸ (72) τῆς ἐνεργείας μέγεθος τὸν Θεὸν κεκίνηθαι, οὐ δυνάμενη τῇ ἐνεργείᾳ παρ-ισάσθαι τὸ τέλος· ὅστε τὸ ἕτερον τῶν δυοῖν (73) ἀναγ-καίως διαπεσεῖται· ἢ μὴ δηλοῦν ἐνέργειαν τὸν Πα-τέρα, ἀλλὰ οὐσίαν, καὶ οὕτως αὐτοῖς ὁ ἀσαφισμέ-νος τῆς ὁμοιότητος· (74) λόγος διαγεγράφεται, ὁμοιον τῷ Πατρὶ τὸν Υἱὸν τιθεμένων, τοῦτέστι, τῇ ἐνερ-γείᾳ· οἷον γὰρ ἠθέλησεν ὁ Πατήρ, φησί, τοιούτον ἐποίησε, καθὼ καὶ εἰκόνα βουλήσεως (75) ὀνομά-ζουσι· ἢ τοῦτο φυλάσσοντα, μὴ εἶναι λέγειν μεί-ζονα τὸν Πατέρα. Ἐπεὶδὴπερ πᾶσα ἐνέργεια, μηδενὸς ἀνθισταμένου τῶν ἐξώθεν, σύμμετρος ἐστὶ τοῖς οἰκείοις ἀποτελέσμασι. Ταῦτα μὲν οὖν πρὸς εἰρήσθω.