Ancient Greek
703.8
Basilius Theol., Adversus Eunomium (Libri 5) 703.8
Unproofread scanNot analysed yet
24. Καίτοι γε (καὶ μηδενὶ παράδοξον τὸ λεγόμενον δοξῇ) μᾶλλον πως ἐδόκουν ἐκεῖνοι τὸ ἀκόλουθον ἐπιβλέπειν. Ἥγανάκτων γὰρ, ὅτι Πατέρα ἑαυτῷ ἔλεγεν τὸν Θεόν· τὸ ἐφεξῆς ἀφ' ἑαυτῶν συλλογιζόμενοι, ὅτι διὰ τοῦτο ἴσον ἑαυτὸν ποιεῖ (66) τῷ Θεῷ· ὡς ἀναγκαίως ἐπομένου τῷ Πατέρα ἔχειν τὸν Θεὸν τοῦ ἴσον (67) ὑπάρχειν αὐτῷ. Ὁ δὲ, τὸ πρῶτον συγχωρῶν ἀθδεν, πρὸς τὸ δεύτερον ἀνανεύει, καὶ τὴν τοῦ Κυρίου φωνὴν ἡμῖν προβάλλεται· εἰπόντος· Ὁ Πατὴρ,