Ancient Greek
708.1 to 708.4
Basilius Theol., Adversus Eunomium (Libri 5) 708.1-4
Unproofread scanNot analysed yet
ΠΡΟΣ ΕΥΝΟΜΙΟΝ (98) ΛΟΓΟΣ Β'. ΠΕΡΙ ΥΙΟΥ. 1. Ἐν τοίνυν τοῖς περὶ Θεοῦ τῶν ὅλων λόγοις ὑποκατασκευδάσας ὅσον ἐδύνατο τὰς εἰς τὸν Υἱὸν τοῦ Θεοῦ βλασφημίας, αὐτῷ λοιπὸν ἐπαφήκῃ τῷ Μονογενεῖ Θεῷ τὴν γλῶσσαν. Τί γὰρ φησῖ; ΕΥΝ. Καὶ εἰς Υἱὸς. Μονογενὴς γάρ, περὶ οὗ ἐνῆν μὲν τὰς τῶν ἁγίων φωνὰς παραθέμενον, δι' ὧν Υἱὸν καὶ γέννημα καὶ ποίημα καταγγέλλουσι, ταῖς τῶν ὀνομάτων διαφοραῖς καὶ τὴν τῆς οὐσίας παραλλαγὴν ἐμφανίσαντας, ἀπῆλλάχθαι φροντίδων καὶ πραγμάτων· διὰ δὲ τοὺς σωματικὴν τὴν γέννησιν ὑπολαμβάνοντας, καὶ ταῖς ὁμωνυμίαις προσπιπτόντας, ἀναγκαῖον ἴσως καὶ περὶ τούτων διὰ βραχέων εἰπεῖν.