Ancient Greek
708.5
Basilius Theol., Adversus Eunomium (Libri 5) 708.5
Unproofread scanNot analysed yet
ΒΑΣ. Ταῦτα μὲν (99) ὁ Εὐνόμιος. Ἐγὼ δέ, εἰ μὲν οὕτω χρὴ διανοεῖσθαι περὶ τοῦ λόγου παντὸς, ὡς πλάσματος οἷα ἐν τοῖς διδασκαλείοις τῆς ματαιότητος εἰς μελέτην τοῦ ἐν τῇ ψεύσματι πιθανοῦ τοῖς μειρακίοις προβάλλεται (ἐπειδὴ καὶ παραπλησίως ἐκεῖνος πάντα σκιαμαχία προσέοικε· πρὸς κατηγοροὺς τε μάχη μὴ ὑφεστῶτας· καὶ ἀπολογία πρὸς κατηγορίαν οὐ προβληθεῖσαν· καὶ λόγος (1) πρὸς δικαστὰς τοὺς οἰδαμοῦ φαινομένους)· εἰ οὕτω χρὴ καὶ τούτων ἀκούειν, αὐτὸς τε ἀφῆμι τὴν ἔξετασιν, καὶ παντὶ παραίνω μηδὲν τῶν εἰρημένων περιεργάζεσθαι· εἰ δὲ μεῖζόν ἐστι τὸ ἐπάγγελμα, καὶ πολλοῖς γέγονεν ὑπόνοια (2), εἶναι τινα παρ' αὐτῷ τῆς ἀληθείας φροντίδα, ἀνάγκη πᾶσα τῶν εἰρημένων ἕκαστον διευθύνειν εἰς δύναμιν. Τὶς ἄν οὖν τρόπος τῆς ἔξετάσεως δικαιότερος γένοιτο, ἢ τοῖς διδάγμασι (3) τοῖς παρὰ τοῦ Πνεύματος ἡμῖν δεδομένοις τὸν λόγον συγκρίνοντας, ὃ μὲν ἂν ἐκεῖνοι συμφωνοῦν εὕρωμεν καταδέχεσθαι, τῷ δὲ ἐναντίως ἔχοντι ἀπιστεῖν καὶ ὡς ἐχθρὸν ἀποφεύγειν;