Ancient Greek
710.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 710.1
Unproofread scanNot analysed yet
ἡμῖν παρίστησι, περὶ ἧς ὁ λόγος ἐν τῷ παρόντι. Οὐδὲ γὰρ περὶ τῆς οὐσίας αὐτῆς τοῦ Θεοῦ Λόγου, τοῦ ἐν ἀρχῇ ὄντος πρὸς τὸν Θεόν, ἀλλὰ περὶ τοῦ κενώσαντος ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, καὶ γενομένου συμμορφου · φ σώματι τῆς ταπεινώσεως ἡμῶν, καὶ σταυρωθέντος ἐξ ἀσθενείας, σαφῶς διαλέγεται. Καὶ τοῦτο παντὶ γνώριμον τῷ καὶ μικρὸν ἐπιστήσαντι τῆς ἀποστολικῆς λέξεως τῷ βουλήματι, ὅτι οὐχὶ θεολογίας ἡμῖν παραδίδωσι τρόπον, ἀλλὰ τοὺς τῆς οἰκονομίας λόγους παρασῆλοι. Κύριον γὰρ, φησί, καὶ Χριστὸν αὐτόν (12) ὁ Θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε, τῇ δεικτικῇ φωνῇ μονονοχὴ πρὸς τὸ ἀνθρώπινον αὐτοῦ καὶ ὁρώμενον πᾶσι προδήλως ἐπηρεῖδόμενος. Ὁ δὲ τὴν, ἐποίησεν, φωνὴν εἰς τὴν ἀρχὴν γενέσιν (13) τοῦ Μονογενοῦς μεταφέρει. Καὶ οὐδὲ ἐκεῖνο αὐτὸν δυσωπεῖ, ὅτι τὸ, Κύριος, οὐχ οὐσία ἐστιν, ἀλλ’ ἐξουσίας ὄνομα. Ἄστε ὁ εἰπών, Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε, τὴν κατὰ πάντων ἀρχὴν καὶ δεσποτείαν λέγει τὴν παρὰ τοῦ Πατρὸς ἐπιτραπεῖσαν αὐτῷ, οὐ τὴν (14) εἰς τὸ εἶναι παράδοσιν αὐτοῦ διηγείται. Ταῦτα μὲν οὖν μικρὸν ὑστερον ἐπιδειξομεν, ὅταν ἐλέγχωμεν αὐτὸν παρὰ τὸ βούλημα τοῦ Πνεύματος τὰς ἐκ τῆς Γραφῆς μαρτυρίας παρατιθέμενον · νυνὶ δὲ ἐπὶ τὰ συνεχῆ τοῦ λόγου προτιθέμεν. Τί οὖν αὐτῷ βούλεται τὸ ὄνομα τοῦτο; καὶ τί δηποτε ποίημα προσαγορεύειν τὸν ποιητὴν τῶν ὅλων ἐπιχειρεῖ; Σοφίσματι κιθβδηλῳ παραχρυσούμενος ἑαυτόν, οὕτως ταῖς τῶν ὀνομάτων διαφοραῖς καὶ τῆς οὐσίας παραλλαγὴν συνεκφραίνεισθαι (15).