Ancient Greek
710.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 710.2
Unproofread scanNot analysed yet
4. Καίτοι τὶς ἂν τῷ λόγῳ τούτῳ σωφρονῶν πρόσθοιτο, ὅτι ὅν τὰ ὀνόματα ἐστι διάφορα, τούτων παραλλαχθᾶι καὶ τὰς οὐσίας ἀνάγκη; Πέτρου γὰρ καὶ Παύλου, καὶ ἀπασπλῶς ἀνθρώπων πάντων προσηγορίαι μὲν διάφοροι, οὐσία δὲ πάντων μία. Διόπερ ἐν τοῖς πλείστοις οἱ αὐτοὶ ἀλλήλοις ἐσμέν · τοῖς δὲ ἰδίωμασι μόνοις (16) τοῖς περὶ ἕκαστον θεωρουμένοις ἕτερος ἑτέρου διεννοήχαμεν. Ὡθεν καὶ αἱ προσηγορίαι οὐχὶ τῶν οὐσιῶν εἰσι σημαντικαί, ἀλλὰ τῶν ἰδιοτήτων, αἱ τὸν καθ’ ἕνα χαρακτηρίζουσιν. Ὅταν οὖν ἀκούωμεν (17) Πέτρον, οὐ τὴν οὐσίαν αὐτοῦ νοοῦμεν ἐκ τοῦ ὀνόματος · οὐσίαν δὲ λέγω νῦν τὸ ὑλικὸν ὑποκείμενον · ὅπερ οὐδαμῶς σημαίνει τὸ ὄνομα, ἀλλὰ τῶν ἰδιωμάτων οἱ περὶ αὐτὸν θεωρεῖται τὴν ἔννοιαν ἐντυποῦμεθα. Εὐθὺς γὰρ ἐκ τῆς φωνῆς ταύτης νοοῦμεν τὸν τοῦ Ἰωάν (18), τὸν ἐκ τῆς Βηθσαϊδᾶ, τὸν ἀδελφὸν