Ancient Greek
718.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 718.2
Unproofread scanNot analysed yet
12 Καίτοι εἰ μὲν καλὸν καὶ πρέπον τῇ μακαριότητι τοῦ Θεοῦ τὸ εἶναι Πατέρα, πῶς οὐχ ἐξ ἀρχῆς (70) τὸ πρέπον αὐτῷ παρῆν; Ἡ γὰρ ἀγνοία τοῦ βελτίονος, ἡ ἀδυναμία πάντως λογιοῦνται τὴν ἔλλειψιν· ἀγνοία μὲν, ἐπερ ὕστερον ἔξευρε τὸ βέλτιον, ἀδυναμία δὲ, εἴπερ εἰδὼς καὶ συνειδὲς ἀπετύγχανε τοῦ καλλίστου. Εἰ δὲ (δ· μὴ θέμις εἰπεῖν) οὐ καλὸν αὐτῷ τὸ εἶναι Πατέρα, εἷνος ἔνεκεν ἐκ μεταβολῆς τὸ χειρόν προ-εῖλετο; Ἄλλὰ τρέποιτο μὲν εἰς τοὺς (71) αἰτίους τῆ βλασφημίας· ὁ δὲ Θεὸς τῶν ὅλων ἐξ ἀπείρου ἐστὶ Πατήρ, οὐχ ἀρξάμενος ποτε τὸ εἶναι Πατήρ. Οὔτε γὰρ τῆς δυνάμεως ἔνδειά πρὸς τὴν ἐκπλήρωσιν τοῦ θελήματος ἐκωλύετο, οὔτε αἰῶνων τινῶν περίοδος ἀνέμενεν, ἵνα, ὥσπερ ἐπὶ τῶν ἀνθρώπων καὶ τῶν λοιπῶν ζῴων, μετὰ τὴν τῆς ἡλικίας συμπλήρωσιν τῆς εἰς τὸ γεννᾶν αὐτῇ δυνάμεως προσελθοῦσης (72), τὸ σπουδαζόμενον περιγένηται (μαινομένων γὰρ ταῦτα καὶ ἐννοῆσαι καὶ φθέγγεσθαι), ἀλλὰ τῇ ἑαυτοῦ διδότητι συμπαρεκτεινόμενη ἔχει τὴν (ἴν' οὕτως ὀνομῶσω) πατρότητα. Οὐκοῦν καὶ ὁ Υἱός, πρὸ αἰῶνος (73) ὢν, καὶ ἀεὶ ὢν, οὐχ ἥρσατο τοῦ εἶναι ποτε, ἀλλ' ἀφ' οὗ Πατήρ, καὶ Υἱός, καὶ εὐθὺς τῇ τοῦ Πατρὸς ἐννοίᾳ ἡ τοῦ Υἱοῦ συνεισέρχεται. Ὁ γὰρ Πα-τήρ Υἱοῦ Πατὴρ δηλοῦσιν. Ἀρχὴ μὲν οὖν Πατρὸς οὐδεμία, ἀρχὴ δὲ τοῦ Υἱοῦ ὁ Πατήρ· μέσον δὲ τούτων οὐδέν. Πῶς οὖν οὐχ ἤν τῇ ἐξ ἀρχῆς (τοῦτο γὰρ ἐστὶ τὸ, πρὸ τῆς ἰδίας συστάσεως, ἐν σοφίσμασι λεγόμενον παρὰ τούτων) ὁ μηδὲν ἔχων προεπινοούμενον ἑαυτοῦ, εἰ μὴ τὸν ἐξ οὗ ἔχει τὸ εἶναι, οὐ διαστήματι ὑπερχόντα, ἀλλὰ τῇ αὐτῇ προτεταγμένον (74); Εἰ τοίνυν ἀδίδως ἡ τοῦ Υἱοῦ κοινωνία πρὸς τὸν Θεὸν καὶ Πατέρα ἀνάπερνανται, τῆς διανοίας ἡμῶν ἀπὸ τοῦ Υἱοῦ δι' οὐδενὸς κενοῦ πρὸς τὸν Πατέρα χωρούσης, ἀλλ' ἀδιαστάτως τὸν Υἱὸν τῷ Πατρὶ συναπτοῦσης, ὁ μηδενὶ μέσῳ διοριζόμενος; τίνα ἔτι παρεισάδυσιν καταλείπει τῇ τῶνδε βλασφημίᾳ τῶν λεγόντων, ἐκ τοῦ μὴ ὄντος αὐτὸν εἰς τὸ εἶναι παρήχθη;