Ancient Greek
718.3
Basilius Theol., Adversus Eunomium (Libri 5) 718.3
Unproofread scanNot analysed yet
13 Ἔπειτα μέντοι καὶ τῆς ἀνοίας αὐτῶν θαυμά- σαι ἄξιον, οὐ συνιέντας, ὅτι, ἐκ μὴ ὄντων λέγοντες τὸν Υἱόν, οὐ τοῦ Πατρὸς μόνον νεώτερον ἀποφαίνοσιν, ἀλλὰ καὶ τοῦ, ᾧ τὸν Μονογενῆ (75) ἀπὸ τοῦ Πατρὸς διορίζουσιν. Ἀνάγκη γάρ, εἴπερ τι εἴη μεταξὺ (76) Πατρὸς καὶ Υἱοῦ, πρεσβύτερον εἶναι τούτῳ τῆς ὑπάρξεως τοῦ Υἱοῦ. Τί οὖν ἄν εἴη τοῦτο; Τί ἄλλο γε ἢ αἰὼν πάντως ἢ χρόνος; Ὁ γὰρ τοῦ περισσοτέραν τὴν τοῦ Πατρὸς ζωὴν τῆς τοῦ Μονογενοῦς ἐννοῶν (77), τίνι γε ἄλλῃ παραμετρῶν, εὑρήκηναι ἂν εἴποι τὸ περισσόν, ἢ οὐχί (78) αἰώνων ἢ χρόνων τινῶν διαστήματι; Εἰ δὲ τοῦτο ἀληθές, ψευδὴς ἡ λέγουσα Γραφὴ τοὺς αἰῶνας δι' αὐτοῦ γεγονέναι, καὶ ἡ διδάσκουσα, ὅτι πάντα δι' αὐτοῦ ἐγένετο· τοῖς πᾶσι, δηλονότι, ἐμπεριειλημμένων καὶ τῶν αἰώνων. Εἰ δὲ φήσουσι μὴ ἀπαρνεῖσθαι πρὸ τῶν αἰώνων τὸν Υἱὸν γεγονέναι, ἔστω, ἢ λανθανέτωσιν, ὅ τῷ λόγῳ συγχωροῦσι, κατὰ ἀλήθειαν ἀφαιρούμενοι. Ἐρωτήσωμεν γὰρ αὐτοὺς τοὺς ἐκ μὴ ὄντων (79) παράγοντας τοῦ Μονογενοῦς τὴν οὐσίαν· Ὅτε οὐκ ἦν, ὡς φατε, τί ἦν ἐκεῖνο τὸ διάστημα; τίνα αὐτῷ προσηγορίαν ἐπινόησατε; Ἡ μὲν γὰρ κοινὴ συνήθεια ἢ χρόνοις ἢ αἰώσι πᾶσαν διάστασιν ὑποβάλλει· ἐπειδὴ ὅπερ ἐν τοῖς αἰσθητοῖς ὁ χρόνος, τοῦτο ἐν τοῖς ὑπερκοσμίως ἢ τοῦ αἰῶνος φύσις ἐστίν. Οὕτοι δὲ, εἰ τι τρίτον ἐκ τῆς ἑαυτῶν σοφίας ἐπινούσω, λεγέτωσαν. Ἐως δ' ἂν σιωπῶσι, μὴ λανθανέτωσαν δευτέραν αἰώνων τὴν τοῦ Μονογενοῦς οὐσίαν τιθέμενοι. Εἰ γὰρ ἦν (80) τι διάστημα πρεσβύτερον τοῦ Υἱοῦ, συμπαραεκτεινόμενον τῇ ζωῇ τοῦ Πατρὸς, ἕν τι τούτων ἦν δηλονότι. Ἄλλ' οὐτ' ἐστιν, οὔτε μὴ γένηται Ἐνομοπρεσβύτερα τῆς τοῦ Μονογενοῦς ὑποστάσεως. Παντὸς γὰρ τοῦ δυναμένου εἰς ἀρχαιότητος λόγον ἐπινοεῖσθαι ἀνωτέρα ἡ ὑπαρξὶς τοῦ Θεοῦ Λόγου τοῦ ἐν ἀρχῇ ὄντος πρὸς τὸν Θεὸν εὑρεθήσεται. Κἄν, μυριάς, φαντασίας ἑαυτὸν ἐξαπατήσας ὁ νοῦς, καὶ τοῖς τῶν ἀνυπάρχτων ἀναπλάσμασις ἐπιβάλλων, τὰ μὴ ὄντα περικοῖ (81), οὐδεμίαν τῶν πασῶν μηχανῶν ἐξευρήσει, δι' ἧς δυνήσεται τῆς ἀρχῆς τοῦ Μονογενοῦς ἐκτὸν ὑπερθεῖναι· καὶ κατωτέραν τοῦ ἰδίου κινήματος τὴν ζωὴν καταλίψαι τῆς αὐτοῦς· καὶ τῷ ἰδίῳ λόγῳ τοῦ Θεοῦ Λόγου τὴν ἀρχὴν ὑπερβῆναι· καὶ αἰῶνας ἐποπτεύσαι (82) ἔρήμους τοῦ Θεοῦ τῶν αἰώνων.