Ancient Greek
725.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 725.1
Unproofread scanNot analysed yet
σὺν τοῦ Εὐαγγελίου λάβωμεν τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος · ἐκ δὲ τοῦ ψαλμοῦ ὡς ἐκ προσώπου τοῦ Πατρὸς εἰρημένον τὸ, Ἐκ γαστρὸς πρὸ ὑωσφόρου (18) γενένηκά σε · καὶ συνθέντες ἀμφοτέρω, εἴπωμεν, ὅτι καὶ ἦν, καὶ γεγέννηται. Ἄλλὰ τὸ μὲν, Γενένηκα, τὴν αἰτίαν ἀφ' ἧς ἔχει τὴν ἀρχὴν τοῦ εἶναι σημαίνει· τὸ δὲ, Ἦν, τὴν ἀχρόνον αὐτοῦ καὶ προαιώνιον ὑπάρξιν. Ὁ δὲ, ἐπαγωνιζόμενος τῇ ἑαυτοῦ ἀπάτῃ, εἰς ἀτοπον τὸν λόγον ἀπάγειν οἴεται.