Ancient Greek
725.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 725.2
Unproofread scanNot analysed yet
EYN. Εἰ γὰρ, φησι, πρὸ τῆς γεννήσεως (19) ἦν τῆς ἑαυτοῦ ὁ Υἱὸς, ἀγέννητος ἦν. ΒΑΣ. Ἄλλὰ τὸ πρὸ τῆς γεννήσεως τοῦτο, ὦ μάταιε, ἥτοι ἀνύπαρκτον ἐστὶ παντελῶς, καὶ διαβολίας ἀναπλάσμός οὐδὲν ἐρεισάμενος ὑποκειμένω · καὶ τί διὰ ἀντιλέγειν τοῖς ἀνοήτοις ; παραπλήσιον γὰρ τοῦτο, ὡσπερ ἂν εἰ καὶ πρὸς τὸν λογισμὸν ἐκ φρενιτίδος παρανεχθέντι διερχώμεθα · ἢ εἰ πρὸς εἷς τῶν ὄντων φέρεται, καὶ πρὸς τὴν τῶν αἰώνων ἔννοιαν ἐνεχθήσεται. Ἄλλ' εἴπερ αἰῶνες πάντες κάτω πρὸ τῆς γενέσεως (20) τοῦ Μονογενοῦς νοοῦνται, αὐτοῦ ἑκείνου ὄντος ποίηματα, μάταιος ὁ ἐπιζητῶν τῆς ὑποστάσεως τοῦ Υἱοῦ τὰ πρεσβύτερα. Οὐδὲν γὰρ ἀλλοιότερον ἐρωτᾷ, ἢ εἰ καὶ περὶ τοῦ Πατρὸς ἐπυνθάνετο, πότερον ὑπῆρχε πρὸ τῆς ἰδίας συστάσεως, ἢ οὔχί. Ὡς γὰρ ἀνόητον τὸ ἐρώτημα, ἐπὶ τοῦ ἀνάρχου καὶ ἀγεννήτου ζητεῖν τὸ ἀνώτερον · οὕτω καὶ ἐνταῦθα, ἐπὶ τοῦ ἐξ ἀδίου τῷ Πατρὶ συνόντος, καὶ οὐδὲν ἔχοντος μέσον ἑαυτοῦ τε καὶ τῆς γεννήσαντος, χρονικὰς ποιεῖσθαι τοῦ προτέρου τὰς ἐρωτήσεις, τῆς ἰσης ὄντως ἀνοίας. Παραπλήσιον γὰρ ἐρωτῆν (21), τί ἔσται μετὰ τὴν τελευτὴν τοῦ ἀθανάτου, καὶ ἐπαζητεῖν τί ὑπῆρχε πρὸ τῆς γεννήσεως τοῦ ἀδίου. Οἱ δὲ, ἐπειδή τὸ ἀνάρχον τοῦ Πατρὸς ἀδὶον ὀνομάζεται, ταντὸν τὸ ἀνάρχον τῷ ἀδίῳ ἀποφαίνουσι, καὶ ἐπειδὴ μὴ ἀγέννητος ὁ Υἱὸς, οὔδ' ἀδὶον εἶναι ὁμολογοῦσι. Ἡλειόστον δὲ διαφέρει κατὰ τὴν ἔννοιαν. Ἄγεννητον μὲν γὰρ λέγεται τὸ μηδεμίαν ἀρχὴν ἑαυτοῦ, μηδ' αἰτίαν ἔχον τοῦ εἶναι· ἀδὶον δὲ τὸ χρόνῳ παντὶ καὶ αἰῶνι κατὰ τὸ εἶναι πρεσβύτερον. Ὧθεν καὶ ὁ Υἱὸς, καὶ οὐχ ἀγέννητος, καὶ ἀδὶος. Ἦδη δὲ καὶ τοὺς αἰῶνας ἀδίουσί τινες τῆς τοῦ ἀδίου (22) προσήγορίας, ὡς ἐκ τοῦ ἀεὶ εἶναι τῆς κλήσεως ταύτης τετυχότας. Ἡμεῖς δὲ τῆς αὐτῆς λογιζόμεθα παραβολίας καὶ τῇ κτίσει προσμαρτυρεῖν τὸ ἀδὶον, καὶ τὸν Δεσπότην τῆς κτίσεως τῆς ὁμολογίας ταύτης ἀποστερεῖν.