Ancient Greek
728.1 to 728.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 728.1-2
Unproofread scanNot analysed yet
ραδεδώκασαι, καὶ ἡμεῖς ἐν τοῖς παλαιοῖς τῶν ἀντιγραφῶν εὕρηκαμεν. Ὁ δὲ οὐδὲ ἡς (38) οἱ δοῦλοι τοῦ Χριστοῦ προσηγούριας μετέχουσιν, οὐδὲ ταύτης ἀξιώσαι τὸν Θεὸν ἡμῶν ἡγέσθαι, ἀλλὰ τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγινόμενον τὴν κτίσιν, μὴ δὲντα προσεῖπε. Πλὴν δ' ἂν τις αὐτοῦ τὴν καταφρόνησιν καταμάθῃ, ἐξ ὧν προσποιεῖται ὁρῆν ἀποσemeanv τὸν Κύριον (39). ΕΥΝ. Οὐ κοινοποιούμεν, φησί, τοῦ Μονογενοῦς τὴν οὐσίαν πρὸς τὰ ἐκ μὴ ὄντων γενόμενα, ἐπείπερ οὐχ οὐσία τὸ μὴ ὄν· ἀλλὰ τοσαύτην αὐτῷ νέμομεν τὴν ὑπεροχὴν, ὅσην ἔχειν ἀναγκαῖον τῶν ἰδίων ποιημάτων τὸν ποιητήν.