Ancient Greek
728.3
Basilius Theol., Adversus Eunomium (Libri 5) 728.3
Unproofread scanNot analysed yet
ΒΑΣ. Διὰ τῶν κατασκευῶν εἰς τοῦτο τὸν λόγον προαγαγὼν, τῷ ῥήματι ὁρῆν φιλανθρωπεύεται, καὶ φησι, μὴ κοινοποιεῖν πρὸς τὰ ἐκ μὴ ὄντων τὴν οὐσίαν τοῦ Μονογενοῦς. Καίτοι εἰ ὁ Θεὸς τῶν ὄλων, διὰ τὴν ἀγέννητον εἶναι, ἀναγκαῖον ἔχει τὴν πρὸς τὰ γεννητὰ παραλλαγὴν, τὰ δὲ γεννητὰ σύμπαντα κοινὴν ἔχει τὴν ἐκ μὴ ὄντων (40) ὑπόστασιν, πῶς οὐχὶ ἀναγκαίως ταῦτα κατὰ τὴν φύσιν συνάπτεται ; Ἄν γὰρ ἔχει τὸ ἀπρόσιτον (41) διότι τὰς φύσεις, οὕτως ἐνταῦθα τὸ ὁμότιμον εἰς ταύτην ἀλλήλοις συνάγει. Ἐκ μὴ ὄντων δὲ λέγοντες τὸν Υἱὸν καὶ τὰ ὑπ' αὐτοῦ γενόμενα, καὶ κοινοποιούντες αὐτῶν κατὰ τοῦτο τὴν φύσιν, οὐ φασιν ὁμοίαν αὐτῷ πρὸς τὰ ἐκ μὴ ὄντων διδόναι τὴν οὐσίαν. Καὶ γὰρ αὐ καὶ τοῦτο, ὡς αὐτὸς Κύριος ὤν, ὅσον βούλεται παρέχειν (42) τῷ Μονογενεῖ τῆς ἀξίας, οὕτω ποιεῖται τοὺς λόγους. Τοσαύτην γὰρ αὐτῷ νέμομεν, φησι, τὴν ὑπεροχὴν, ὅσον ὑπερέχειν ἀναγκαῖον τῶν ἰδίων ποιημάτων τὸν ποιητήν. Οὐχ εἶπε, Κατεκλήσαμεν ἢ δοξάζομεν (43), ὡς ἐπὶ Θεοῦ προσήκον ἦν· ἀλλὰ, Νέμομεν, ὡς αὐτὸς τοῦ μέτρου τῆς διανομῆς κατάρχων. Πόσῃν δὲ καὶ εἰδῶσι τὴν ὑπεροχήν; Ὡσον ὑπερέχειν (44), φησίν, ἀναγκαῖον τῶν ἰδίων ποιημάτων τὸν ποιητήν. Οὕτω τοῦτο τῆς κατὰ τὴν οὐσίαν διαφορὰς τὴν μαρτυρίαν ἔχει. Ἄνθρωποι γὰρ τέχνη μὲν ὑπερέχουσι τῶν οἰκείων ἔργων, ὁμοούσιοι δὲ ὅμως αὐτοῖς καθέστηκασιν· ὡς ὁ κεραμεὺς τῷ πηλῷ, καὶ ὁ ναυπηγὸς τοῖς ξύλοις. Σώματα γὰρ ὁμοίως ἀμφότερα, καὶ αἰσθητὰ ὁμοίως, καὶ τήνια.