Ancient Greek
736.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 736.1
Unproofread scanNot analysed yet
ΕΥΝ. "Οτι ἔχρην, εἴπερ αὐτὸς ἦν τῆς ἀληθείας φροντὶς, παραλλαγμένων τῶν ὀνομάτων, παραλλαγμένας ὁμολογεῖν καὶ τὰς οὐσίας. ΒΑΣ. Πῶς ἂν τις εὐκολώτερον χρῆσαιτο λόγοις; ἔς γε, δι' ὀλίγου πρὸς τὰ ἐναντία μετριπεπόμενος, νῦν μὲν φησι τὴν διαφορὰν τῶν ὀνομάτων ἀναγκαίως τῶν οὐσιῶν τὴν παραλλαγὴν ὑποφαίνειν· νῦν δὲ πάλιν τὴν κοινωνίαν μὴ κοινοποιεῖν τὰς οὐσίας· Ἄλλ', οἶμαι, προσομοίω τι ποιούμεν τοῖς τοὺς ἀνθρώπους ἐκ λουδροίας, ἢ πληγῆς, ἢ τινος τῶν τοιούτων ἁμαρτημάτων κρίνουσιν.