Ancient Greek
736.3
Basilius Theol., Adversus Eunomium (Libri 5) 736.3
Unproofread scanNot analysed yet
25. Ἐπὶ οὖν τὸ κεφάλαιον τῶν κακῶν αὐτοῦ μεταβώμεν. Θεασάμενος οὖτος, ὅτι κοινὴ ἡ προΐληξις πᾶσιν ὁμοίως Χριστιανοῖς ἐνυπάρχει (τοῖς γε ὡς ὀληθῶς τῆς προσηγορίας ταύτης ἀξίοις) περὶ τοῦ φῶς εἶναι τὸν Υἱὸν γεννητὸν ἐκ τοῦ ἀγεννήτου φωτὸς ἀπολάμψαντα (98), καὶ αὐτοζῶν, καὶ αὐτο-ἀγαθὸν ἐκ τῆς ζωοποιιοῦ πηγῆς τῆς πατρικῆς ἀγαθότητος προειλόδατα· εἶτα ἐνθυμηθεὶς, ὅτι, εἰ μὴ ταύτας ἔννοιὰς τὰς ἑαυτοῦ διασαλεύσειεν, οὐδὲν αὐτῷ πλέον τῶν σοφισμάτων γενήσεται (99), ὡς τοῦ γε φωτὸς ὁμολογοῦντος τὸν Πατέρα, φῶς δὲ καὶ τὸν Υἱόν, τῆς τοῦ φωτὸς ἔννοιᾶς μιᾶς καὶ τῆς αὐτῆς ὑπαρχούσης, αὐτομάτως εἰς τὴν ὁμολογίαν τῆς κατὰ τὴν οὐσίαν οἰκειότητος ὑπαχθησομένου (1)· φωτὶ γὰρ πρὸς φῶς, κατ' αὐτὸν τὸν τοῦ φωτὸς λόγον, οὐδεμία, οὔτε κατὰ τὴν προορὰν, οὔτε κατ' αὐτὴν τὴν ἔννοιαν (2), ἐστὶ παραλλαγή· ἵνα οὖν τοῦτο ἡμῶν ἀφέληται, τοῖς τῶν τεχνασμάτων δικτύοις τὸν τῆς πίστεως λόγον περιστοιχίζεται, ἀσύμληπτα ταῦτα καὶ ἀκοινώνητα παντελῶς ἀλλήλοις εἶναι διδάσκων, καὶ τὴν τοῦ ἀγεννήτου πρὸς τὸ γεννητὸν ἀντίθεσιν, ταύτην καὶ τῷ φωτὶ πρὸς τὸ φῶς εἶναι λέγων, ἢ τοῦτο φεύγοντας ἡμᾶς (3) σύνθετον εἶναι τὸν Θεὸν ὁμολογεῖν ἀναγκάζων. Μᾶλλον δὲ αὐτὴς αὐτοῦ τῆς λέξεως ἀκούσωμεν.