Ancient Greek
736.4
Basilius Theol., Adversus Eunomium (Libri 5) 736.4
Unproofread scanNot analysed yet
ΕΥΝ. Πότερον ἄλλο τι σημαίνει, φησι, τὸ φῶς ἐπ' ἀγεννήτου (4) παρὰ τὸ γεννητόν, ἢ ταυτὸν ἑκάτερον; Εἰ μὲν γὰρ (5) ἕτερόν τι καὶ ἕτερον, εὐδηλον, ὅτι καὶ σύνθετον τὸ ἐξ ἑτέρου καὶ ἑτέρου συγκεῖμενον· τὸ δὲ σύνθετον οὐχ ἀγέννητον· εἰ δὲ ταυθόν, ὅσον παρήλλακται τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦτον ἀνάγκη παραλλάξθαι τὸ φῶς πρὸς τὸ φῶς, καὶ τὴν ζωὴν πρὸς τὴν ζωὴν, καὶ τὴν δύναμιν πρὸς τὴν δύναμιν.