Ancient Greek
739.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 739.2
Unproofread scanNot analysed yet
ουργιὰ δόλον τὸν λόγον ἀποκρυφάμενος (19), βαθέως καὶ περιεσχαλυμένος τῷ ψυχῇ τῆς ἀσεβείας κατασκευάζει, καὶ τοῖς τῶν λόγων τεχνάσμασι πρὸς τὸ ἐναντίον τῷ Πατρὶ τὴν φύσιν τοῦ Μονογενοῦς ἀποστρέφει, μόνην καταλείπει τὴν εὐφημίαν τῶν ὀνομάτων. Τί οὖν ἡμεῖς; πῶς, καὶ ἀγεννητὸν τὸν Πατέρα καὶ γενητὸν τὸν Υἱὸν ὁμολογοῦντες, τὴν κατ’ αὐτὸ τὸ εἶναι διαφθορὰν (20) ἐναντιωσιν; τί λήσωτες; Ὅτι ἀγαθοῦ μὲν Πατρὸς ἀγαθὸς ὁ Υἱός· φωτὸς δὲ τοῦ ἀγεννητοῦ φῶς ἐξέλαμψε τὸ αἰώνιον, καὶ ἐκ τῆς ὄντως ζωῆς ἡ ζωοποιὸς προῆλθε πηγὴ, καὶ ἐκ τῆς αὐτοδυνάμεως ἢ τοῦ Θεοῦ δύναμις (21) ἐξεφάνωσεν ἡμῖν, καὶ θάνατος, καὶ ἀσθένεια πρὸς τὴν ἀρχὴν τοῦ κόσμου τούτου, καὶ τοῖς κοσμοκράτοσι τοῦ σκότους, καὶ τοῖς πνευματικοῖς τῆς πονηρίας, καὶ πᾶσῃ τῇ ἐχθρᾷ τῆς θείας φύσεως δυνάμει συντάσσεται, οὐχ τοῦτο κατ’ αὐτὴν τὴν οὐσίαν πρὸς τὸ ἀγαθὸν λαχοῦσι τὴν ἐναντιωσιν (οὕτω γὰρ ἂν ἡ μέμψις ἐπὶ τὸν Δημιουργὸν ἐπανίαι), ἀλλ’ ἐκ τῆς οἰκείας προαιρέσεως ἐν τῇ τοῦ καλοῦ στέρησι πρὸς τὴν κακίαν ἀπορρέουσι. Ἄλλ’ ὅμως εἰς ταύτην τὴν τάξιν ἡ θεομάχος γλῶσσα τὴν φύσιν τοῦ Μονογενοῦς περιαγαγεῖν ἐπεχείρησεν. Οὐ γὰρ τοῦ ἐκεῖνο (22) εἰπεῖν ἔχει, ὅτι, τὴν τοῦ Πατρὸς οὐσίαν φῶς εἶναι πρέμνος, ὑπερέχον δόξῃ τε καὶ λαμπρότητι, τὴν τοῦ Μονογενοῦς φῶς καὶ αὐτήν, ἀμαυρότερον δὲ πως καὶ πλὸν τεθολωμένον ὑπέλαβεν (23). Εὐσεβοῦς μὲν γὰρ διανοίας οὐδὲ ταῦτα, τῷ τῆς εἰκόνος (24) ἐν τῇ ἀμαυρότητι παραλειφθῆναι τὴν ὁμοιότητα. Πλὴν ἀλλ’ εὐχήν ἐδει τοῦ εἰκόνος ἡμῖν εἶναι διόρθωσιν.