Ancient Greek
739.3
Basilius Theol., Adversus Eunomium (Libri 5) 739.3
Unproofread scanNot analysed yet
28 Νυνὶ δὲ τῷ ἀγεννητῷ πρὸς τὸ γενητὸν οὐχὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἡ διαφορά, ὡς τῷ ἐλάττον φωτὶ πρὸς τὸ πλεῖον, ἀλλ’ ὅση ἡ τῶν πάντῃ ὁλῶς ἀσυμπάρκτων διάστασις. Ἄμιχρον γὰρ ὁ θάτερον συνυπάρχει (25), ἐκ μεταβολῆς ἄν ποτε πρὸς τὸ ἀντικείμενον μεταβῇ, ὥστε ἢ ἐξ ἀγεννητοῦ γενητὸν γενέσθαι, ἢ ἀνάπαλιν, ἀπὸ τοῦ γενητοῦ μεταβαλεῖν πρὸς τὸ ἀγεννητὸν. Τῷ τοίνυν ἀπαξ ἀπορηναμένῳ, ὅτι ὅσον παρήλλακται τὸ γενητὸν πρὸς τὸ ἀγεννητὸν, τοσοῦτον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς, οὐδ’ οὕτος ὁ λόγος (26) πρὸς ἀποφυγὴν ἀπολείπεται. Φῶς μὲν γὰρ τὸ ἀκραιφνὲς τοῦ οἴου ἐξίττου καὶ ἀμαυροτέρου φωτός, τῷ γένει ταυτὸν ὑπάρχον, τῇ ἐπιτάσει διενήγοχε μόνην· τὸ δὲ ἀγέννητον