Ancient Greek
750.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 750.2
Unproofread scanNot analysed yet
2. Πρὸς τί οὖν ὁ λόγος ἡμῖν φέρει; Ὅτι οὐ πάντως, εἰ τι τῇ τάξει καὶ τῷ ἀξιώματι δεύτερόν ἐστι καὶ τρίτον, τοῦτο καὶ τὴν φύσιν ἑτέραν ἔχει. Ὡς γὰρ ἐπὶ τῶν ἀγγέλων ὁ μὲν τις αὐτῶν ἀρχὼν, ὁ δὲ ὑπἄρχος, ἄγγελοι δὲ ὅμως τῇ φύσει πάντες· καὶ κατὰ μὲν τὸ ἀξίωμα ἡ διαφορά, κατὰ δὲ τὴν φύσιν ἡ κοινωνία (καὶ γὰρ Ἄστηρ ἀστέρως διαφέρει ἐν δόξῃ· φύσις δὲ πάντων ἀστέρων μία· καὶ πολλαὶ μοναὶ παρὰ τῷ Πατρί, τούτεστιν, ἀξιώματι διαφοραὶ· φύσις δὲ ὁμοία τῶν δοξαζομένων)· οὕτω δηλονότι καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἰ καὶ ἀξιώματι καὶ τάξει (90) ὑποδέδεχεν, ὡς λέγουσι (παραεἴφασιν γὰρ αὐτό, φησι, τρίτον ἀπὸ Πατρὸς καὶ Υἱοῦ ἀριθμουμένου· αὐτοῦ τοῦ Κυρίου ἐν τῇ παραδόσει τοῦ σωτηρίου βαπτίσματος παραδεδοχότος τὴν τάξιν ἐν οἷς εἶπε· Πορευὄντες, βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος)· ἀλλ’ ἐς φύ-