Ancient Greek
751.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 751.2
Unproofread scanNot analysed yet
A σιν τινὰ τρίτην ἀπὸ Υἱοῦ καὶ Πατρὸς ἐκβαλλόμενον, οὐδαμοῦ μεμαθήκαμεν. Διὸ γὰρ λεγομένων πραγμάτων, θεότητός τε καὶ (91) κτίσεως, καὶ δεσποτείας καὶ δουλείας, καὶ ἀγιαστικῆς δυνάμεως, καὶ τῆς ἀγιαζομένης, τῆς τε ἐκ φύσεως ἔχουσης τὴν ἀρετὴν καὶ τῆς ἐκ προαιρέσεως κατορθούσης, ἐν ποίᾳ μερίδι τὸ Πνεῦμα τάξομεν; 'Ἐν τοῖς ἀγιαζομένοις; ἀλλ' αὐτὸ ἐστὶν ἀγιασμός. 'Αλλ' ἐν τοῖς ἐξ ἀνδραγαθημάτων τὴν ἀρετὴν κτωμένοις; ἀλλὰ φύσει ἐστὶν ἀγαθόν. 'Αλλ' ἐν τοῖς λειτουργικοῖς; ἀλλ' ἑτέρα εἰσὶ λειτουργικὰ πνεύματα πρὸς διακονίαν ἀποστελλόμενα. Οὐ τοίνυν ὁμοδούλον ἡμῖν λέγειν αὐτὸ θεμιτόν, τὸ ἡμεμονιχὸν τῇ φύσει, οὔτε τῇ κτίσει συναριθμεῖν, τῇ θείᾳ καὶ μακαρίᾳ Τριάδι συναριθμούμενον (92). 'Αρχαὶ μὲν γάρ, καὶ ἐξουσίαι, καὶ πᾶσα ἡ τοιαύτη κτίσις, ἐκ προσοχῆς καὶ ἐπιμελείας τὸν ἀγιασμὸν ἔχουσαι, οὐχ ἂν εἴκτως φύσει ἅγιοι εἶναι λέγοιντο. Ἐπορεγόμενοι γὰρ τοῦ καλοῦ, κατὰ τὴν ἀναλογίαν τὴν πρὸς τὸν Θεὸν ἀγάπης, καὶ τοῦ μέτρου τῆς ἀγιωσύνης μεταλαμβάνουσι. Καὶ ὥσπερ ὁ σίδηρος, ἐν μέσῳ τῷ πυρὶ κείμενος, τὸ μὲν σίδηρος εἶναι οὐκ ἀπέβληκε, τῇ δὲ σφοδροτάτῃ πρὸς τὸ πῦρ ὁμιλίᾳ ἐκπυρακτωθεὶς, καὶ πᾶσαν εἰς ἑαυτὸν τὴν τοῦ πυρὸς φύσιν ὑποδεξάμενος, καὶ χρώματι καὶ ἐνεργίᾳ πρὸς τὸ πῦρ μεταβέβηκεν· οὕτω καὶ αἱ ἅγιαι δυνάμεις ἐκ τῆς πρὸς τὸ φύσει ἅγιον κοινωνίας δι' ὅλης τῆς ἑαυτῶν ὑποστάσεως κεχωρηκὼτα ἤδη καὶ συμπερωσιωμένων τὸν ἀγιασμὸν ἔχουσι. Διαφορὰ δὲ αὐταὶς πρὸς τὸ Πνεῦμα τὸ ἅγιον αὕτη, ὅτι τῷ μὲν φύσει ἡ ἀγιωσύνη, ταῖς δὲ ἐκ μετουσίας ὑπάρχει τὸ ἀγιάζεσθαι. Οἷς δὲ ἐπίσκευαστόν καὶ ἐξέρωθεν ἐπιδεδομένον ὑπάρχει τὸ ἀγαθόν, τῆς μεταπτωτῆς εἰσὶ φύσεως. Οὐ γὰρ ἂν ἐξέπεσεν ὁ 'Εωσφόρος ὁ πρωΐ (93) ἀνατέλλων, οὔτε συνετρίβη ἐπὶ τῆς γῆς, εἰ φύσει ὑπέρτε τοῦ χειρόνος ἀνεπιδέχετο. Πῶς οὖν εὐσεβὲς τῇ κτίσει αὐτὸ συντάττειν, τοσοῦτῳ μέτρῳ διωρισμένου τῆς κτίσεως; Ἡ μὲν γὰρ κτίσις πέφυκεν ὅλῳν προκοπῆς καὶ τῆς πρὸς Θεὸν εὐαρεστήσεως τὸν ἀγιασμὸν ἔχουσα, φύσει δὲ (94) χρωμένη αὐτεξουσῶ, καὶ μετατρέπεται ἐφ' ἑκάτερα δυναμένη, πρὸς ἐκλογὴν τοῦ ἀγαθοῦ καὶ τοῦ χειρόνος· τὸ δὲ Πνεῦμα τὸ ἅγιον πηγὴ ἀγιασμοῦ. Καὶ ὡσπερ φύσει ἅγιος ὁ Πατήρ, καὶ φύσει ἅγιος ὁ Υἱός, οὕτω φύσει ἅγιον καὶ τὸ Πνεῦμα τὸ τῆς ἀληθείας· διὸ καὶ ἐξαιρέτου καὶ ἰδiazούσης τῆς τοῦ ἁγίου προσωνυμίας ἕξιoται.