Ancient Greek
757.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 757.2
Unproofread scanNot analysed yet
ΛΟΓΟΣ Δ'. 1. Εἰ φύσει Θεὸς ὁ Υἱός, Θεὸς δὲ φύσει καὶ ὁ Πατήρ, οὐχ ἄλλως Θεὸς ὁ Υἱός, ἑτέρως δὲ ὁ Πατήρ, ἀλλ' ὁμοίως· εἰ δὲ οὐ φύσει Θεὸς ὁ Υἱός, ὡς οἱ ψευδῶς λεγόμενοι θεοί, λέγεται (30), καὶ οὐκ ἔστι Θεός. Εἰ εἰς Κύριος ὁ Υἱὸς φύσει, Κύριος δὲ καὶ ὁ Πατὴρ φύσει, δηλονότι οὐχ ἑτέρα φύσει (31). Κἂν εἰς οὖν ὁ Θεὸς ὁ Πατὴρ λέγεται, Θεὸς δὲ καὶ ὁ Υἱός, οὐχ ἄλλη φύσει, ἀλλὰ μία. Εἰ εἰς Κύριος φύσει, πολλῶν θέσει καλουμένων, καὶ εἰς Υἱὸς φύσει, πολλῶν ὀνομαζομένων υἱῶν θέσει (32), τὸ, θέσει, κατὰ μίμησιν τοῦ φύσει λέγεται· θέσει γὰρ οὐδὲν ἂν λεχθείη, μὴ προηγουμενοῦ τοῦ φύσει. Εἰ οὖν ἡμεῖς υἱοὶ θέσει Θεοῦ (33), ἀνάγκη τὸν φύσει Υἱὸν προὑπάρχειν. Εἰτα ἀληθῶς ὀνόματα τῆς οὐσίας ὧν ἐστιν ὀνόματα, γνωρισματα. Κύριος δὲ καὶ Θεὸς ἀληθῶς καὶ ὁ Πα-