Ancient Greek
758.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 758.1
Unproofread scanNot analysed yet
A τηρ καὶ ὁ Υἱός. Ἡ αὐτὴ ἄρα οὐσία, ὥσπερ καὶ τὰ αὐτὰ ὀνόματα. Εἰ μὴ (34) γεννήσεως τὸ μονογενές, ἀλλὰ διὰ τὸ ἀσύγκριτον, μονογενὴς καὶ ὁ Πατὴρ· ἀσύγκριτος γάρ. Καὶ πᾶν δὲ κτίσμα μὴ ὅμοιον ἄλλῳ μονογενές· πολλοὶ ἄρα μονογενεῖς, καὶ οὐχ εἰς τὸν Υἱὸν Θεοῦ. Εἰ δὲ (35) ὁ Υἱὸς οὐχ ἀπλῶς μονογενής, ἀλλὰ Υἱὸς μονογενής, καὶ παρὰ Πατρὸς μονογενής (36), ὁ Υἱὸς καὶ μονογενὴς ἐστι, καὶ οὐ κτίσμα μονογενές. Εἰ κατὰ μετάδοσιν καὶ συγκύρησιν τοῦ Πατρὸς, καὶ οὐ κατὰ φύσιν δημιουργὸς ὁ Υἱός, οὐδὲν ἂν εἴη τῶν ὑπ' αὐτοῦ δημιουργηθέντων κατὰ φύσιν. Ἄν γὰρ ὁ δημιουργὸς οὐ κατὰ φύσιν, πῶς τὰ δημιουργηθέντα κατὰ φύσιν; Εἰ ἐνεργεῖ Θεὸς ὡς οὐδείς ἕτερος, καὶ γεννᾷ ὡς οὐχ ἕτερος γεννήσει· ἀσύγκριτος γὰρ πρὸς πάντα κατὰ πάντα (37) ὁ Θεός. Τὸ ποιούμενον οὐχ ἐκ τῆς οὐσίας τοῦ ποιοῦντος, τὸ δὲ γεννῶμενον ἐκ τῆς αὐτῆς οὐσίας τοῦ γεννῶντος· οὐ ταὐτὸν ἄρα τὸ ποιεῖν καὶ τὸ γεννᾶν. Εἰ ἐκ τοῦ Θεοῦ ὁ Υἱός, οὐχ ὡς ἐκ Πατρὸς δέ, ἀλλ' ὡς ἐξ ἑτέρου, αἴτιος δὲ τοῦ εἶναι καὶ ἡμῖν ὁ Θεός (38)· ἐξ αὐτοῦ γὰρ τὰ πάντα· οὐχ ἑτέρως ἄρα τοῦ Υἱοῦ Πατὴρ, ἑτέρως δὲ ἡμῶν, ἀλλ' ὁμοίως. Καὶ πῶς οὐχ ἄτοπον, Εἰ μηδὲν ὅμοιον καὶ ἴσον Θεῷ (39) πλὴν Υἱοῦ, οὐδὲν ἀπαρallaκτὸς τῶν ὑποδειγμάτων εἴρησται· ὑπὲρ πᾶν γὰρ ὁ Θεός. Τὸ ἐν μορφῇ Θεοῦ ἐν οὐσία ἐστὶ Θεοῦ. Οὐ γὰρ ἄλλο μορφή, καὶ ἄλλο οὐσία Θεοῦ, ἵνα μὴ σύνθετος. Ἡ κατὰ μορφὴν οὖν ἴσος, καὶ κατ' οὐσίαν ἐστὶν ἴσος. Εἰ ὁ γεννηθεὶς ἐλάττων τοῦ γεννήσαντος, οὐχ ἔγκλημα τοῦτο τοῦ γεννηθέντος, ἀσθένεια δὲ τοῦ γεννήσαντος (40). Ἡ γὰρ φθονήσας οὐχ ἐποίησεν ἴσον, ἢ μὴ δυνάμεὶς οὐχ ἐγέννησεν ὅμοιον. Εἰ ὁ Πατὴρ πρὸ τοῦ Υἱοῦ ἦν, ἑτέρου τινὸς πατὴς πατὴρ ἦν· χωρὶς γὰρ υἱοῦ πατὴρ οὐχ ἂν λεχθείη. Εἰ ὁ τὸν Υἱὸν γνούς κατ' οὐσίαν ἔγνω καὶ τὸν Πατέρα (Εἰ γὰρ ἐμὲ ἠδειτε, φησί, καὶ τὸν Πατέρα μου ἠδειτε ἂν)· ὁμοούσιος ἄρα Υἱὸς τῷ Πατρί. Οὐδὲν γὰρ ἀψύματον ἐξ ἀνομοίου οὐσίας γνωρίζεσθαι δύναται. Εἰ τὸ πιστεύειν τὸν Χριστὸν Υἱὸν εἶναι Θεοῦ