Ancient Greek
759.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 759.1
Unproofread scanNot analysed yet
ζωὴν αἰώνιον ἔχει, τὸ ἀπίστεῖν, εἰς ἁλῆχης θάνατον. Ὅν αἱ αὐταὶ ἐνέργειαι, τούτων καὶ ἡ οὐσία μία. 'Ενέργεια δὲ Πατρὸς (41) καὶ Υἱοῦ μία, ὡς τὸ, Ποιήσωμεν ἄνθρωπον· καὶ πάλιν· "Α γὰρ ἄν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· ἄρα καὶ οὐσία μία Πατρὸς καὶ Υἱοῦ. Εἰ ἡ γνώσις Πατρὸς καὶ Υἱοῦ ζωὴ αἰώνιος, ἀνάγκη καὶ μιᾶς οὐσίας εἶναι. Τὰ γὰρ ἑτεροῦσια οὐ μιᾷ γνώσει καταλαμβάνεται, οὔτε ὁμοίως ζωοποιεῖν δύναται. Εἰ εἰκὼν ὁ Υἱὸς ἀληθῶς· (42) τοῦ Πατρὸς, πᾶσα δὲ εἰκὼν ἢ οὐσίας, ἢ μορφῆς, ἢ σχήματος, ἢ εἴδους, καὶ χρώματος ἐστιν εἰκὼν, Θεὸς δὲ ἐν οὐδενὶ τούτων, ἐν δὲ οὐσίᾳ μόνῃ· ὁ Υἱὸς, εἰκὼν οὖν τῆς οὐσίας, ὁμοούσιός ἐστι τῷ Πατρὶ. Εἰ ἀσύγκριτος ὁ Πατὴρ κατὰ πάντα πρὸς τὸν Υἱὸν, κατὰ πάντα δὲ καὶ πρὸς τὴν κτίσιν· οὐκ ἄλλως πρὸς τὸν Υἱὸν, ἑτέρως δὲ πρὸς τὴν κτίσιν, ἀλλ' ὁμοίως· οὐχὼν οὐ μόνον ἀνόμοιος τῷ Πατρὶ, ἀλλὰ καὶ ὁμοῖος τῇ κτίσει. Καὶ πῶς οὐκ ἄτοπον; Εἰ, κτίσμα λέγοντες τὸν Υἱὸν, οὐχ ὡς ἐν τῶν κτισμάτων λέγουσι· διὰ τί, γέννημα λέγοντες ἡμῶν, ὡς ἐν τῶν γεννημάτων νοοῦσιν; Εἰ οὐ γεννᾷ Θεός, ἵνα μὴ δεῦνι ὑπομείνῃ· οὐδὲ κτίζει, ἵνα μὴ κάμῃ· εἰ δὲ κτίζει ἀπαθῶς, πολλῷ μᾶλλον ἀπαθῶς γεννᾷ. Ἡ ἀπαύγασμα παντὸς φωτὸς γεννᾶται μὲν ἐκ τοῦ φωτὸς, οὐ ποτε δὲ, ἀλλὰ ἀχρόνως καὶ συναίδιως ἐκείνῳ (οὐ γὰρ ἐστὶ φῶς χωρὶς ἀπαυγάσματος)· καὶ ὁ Υἱὸς, ἀπαύγασμα τυγχάνων, οὐ ποτε ἔσται, ἀλλὰ συναίδιος, φωτὸς ὄντος τοῦ Θεοῦ (43), ὡς Δαβὶδ φησιν· 'Εν τῷ φωτὶ σου ὄψομεθα φῶς· καὶ Δανιὴλ· Καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστίν. Εἰ τὸ γέννημα οὐσία ἐστὶ κατ' αὐτούς, ὡς καὶ τὸ ἀνέννητον, γέννημα δὲ ὁ Υἱὸς τοῦ Θεοῦ (44), καὶ οὐσία ἄρα ὁ Υἱὸς τοῦ Θεοῦ. Εἰ βουλήσει καὶ οὐ φύσει ὁ Θεὸς τὸν Υἱὸν ἐγέννησεν, ἢ ἀπαξ (45) βουληθεὶς, ἀβούλητος το λοιπόν, ἢ καὶ πάλιν βουληθεὶς, καὶ πάλιν ἐγέννησεν. Εἰ δὲ οὐ μία βούλησις αὐτοῦ, ἀλλὰ διάφορος, οὔχέτι ἀπλοῦς οὐδὲ ἕνὸς ποιητὴς (46), ἀλλ' ὡς βούλεται καὶ ποιεῖ. Εἰ Θεὸς οὐ γεννᾷ, ἢ διὰ τὸ μὴ δύνασθαι πάντως, ἢ διὰ τὸ μὴ βούλεσθαι. 'Αλλ' εἰ μὲν οὐ δύναται, ἤττων γεννητικὴς καὶ τελείας φύσεως, πρὸς τῷ (47) καὶ ἀδυναμεῖν· εἰ δὲ δυνάμενος οὐχ ἠβούληθη, ὁ φύσει ἔοχε, βουλήσει κατέσχεν. Ὅστε εἰ καὶ μῆπω ἐγέννησεν (48), βουλήσεως ἄρα γεννήσει ποτέ. Εἰ ποτὲ οὐκ ἦν ὁ Υἱὸς, αὐτὸ τὸ ἐκεῖνο, τὸ ποτέ, ἔσται μὲν μετὰ τὸν γεννηθῆναι, πρὸ δὲ τοῦ γεννηθῆναι. Οὔχέτι οὖν πρὸ πάντων ὁ Υἱὸς D