Ancient Greek
760.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 760.1
Unproofread scanNot analysed yet
χωρὶς τοῦ Πατρὸς, ἀλλὰ καὶ μετὰ τὸ ποτὲ εὑρεθῆσεται. Ἡμῶν λεγόντων, Πατὴρ ὤντος ἀεί, ἀνάγκη καὶ τὸν Υἱὸν εἶναι ἀεί, ἐκεῖνοι φασιν · Οὐκοῦν, ἐπειδὴ καὶ ὁ Υἱὸς ἀεὶ δημιουργός, καὶ ἡ δημιουργία ἀεὶ ἔσται, καὶ οὕτως ἔσται καὶ ἡ δημιουργία συναιδίος Πατρὶ καὶ Υἱῷ. Ἄλλ' ὁ εἰπὼν δημιουργὸν οὐχ ἅμα καὶ τὴν δημιουργίαν λέγει. Οὐ γὰρ τῷ οἰκοδόμῳ συνυπάρχει τὸ οἰκοδόμημα, οὐδὲ τῷ ναυπηγῷ τὸ σκάφος. Ἡ μὲν γὰρ (49) δημιουργία ἐν τῷ δημιουργῷ, τὸ δὲ δημιουργούμενον μετὰ τὸν δημιουργόν. Πατέρα δὲ εἰπεῖν ἀδύνατον, μὴ ὄντος Υἱοῦ. Καὶ ὁ εἰπὼν Πατέρα οὐχ ἀπλῶς Πατέρα, ἀλλὰ τινος λέγει Πατέρα.